Καὶ ἀνέστη μετὰ Ἀβειμέλεχ τοῦ σῶσαι τὸν Ἰσραὴλ Θωλὰ υἱὸς Φουά, υἱὸς πατραδέλφου αὐτοῦ, ἀνὴρ Ἰσσαχάρ· καὶ αὐτὸς ᾤκει ἐν Σαμεὶρ ἐν ὄρει Ἐφράιμ. καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι τρία ἔτη, καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν Σαμείρ. Καὶ ἀνέστη μετ᾽ αὐτὸν Ἰαεὶρ ὁ Γαλαάδ, καὶ ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι δύο ἔτη. καὶ ἦσαν αὐτῷ τριάκοντα καὶ δύο υἱοὶ ἐπιβαίνοντες ἐπὶ τριάκοντα δύο πώλους, καὶ τριάκοντα δύο πόλεις αὐτοῖς· καὶ ἐκάλουν αὐτὰς Ἐπαύλεις Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης, ἐν γῇ Γαλαάδ. καὶ ἀπέθανεν Ἰαείρ, καὶ ἐτάφη ἐν Ῥαμνών. Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐδούλευσαν τοῖς Βααλεὶμ καὶ ταῖς Ἀσταρὼθ καὶ τοῖς θεοῖς Ἀρὰδ καὶ τοῖς θεοῖς Σιδῶνος καὶ τοῖς θεοῖς Μωὰβ καὶ τοῖς θεοῖς υἱῶν Ἀμμὼν καὶ τοῖς θεοῖς Φυλιστιείμ· καὶ ἐνκατέλιπον τὸν κύριον καὶ οὐκ ἐδούλευσαν αὐτῷ. καὶ ὠργίσθη θυμῷ Κύριος ἐν Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Φυλιστιεὶμ καὶ ἐν χειρὶ υἱῶν Ἀμμών. καὶ ἔθλιψαν καὶ ἔθλασαν τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ δέκα ὀκτὼ ἔτη, τοὺς πάντας υἱοὺς Ἰσραὴλ τοὺς ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐν γῇ τοῦ Ἀμορρεὶ τοῦ ἐν Γαλαάδ. καὶ διέβησαν οἱ υἱοὶ Ἀμμὼν τὸν Ἰορδάνην παρατάξασθαι πρὸς Ἰούδαν καὶ Βενιαμεὶν καὶ πρὸς Ἐφράιμ· καὶ ἐθλίβη Ἰσραὴλ σφόδρα. καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον λέγοντες Ἡμάρτομέν σοι, ὅτι ἐνκατελίπομεν τὸν θεὸν καὶ ἐδουλεύσαμεν τῷ Βααλείμ. καὶ εἶπεν Κύριος πρὸς τοὺς υἱοὺς Ἰσραήλ Μὴ οὐχὶ ἐξ Αἰγύπτου καὶ ἀπὸ τοῦ Ἀμορραίου καὶ ἀπὸ υἱῶν Ἀμμὼν καὶ ἀπὸ Φυλιστιεὶμ καὶ Σιδωνίων καὶ Ἀμαλὴκ καὶ Μαδιάμ, οἳ ἔθλιψαν ὑμᾶς, καὶ ἐβοήσατε πρὸς μέ, καὶ ἔσωσα ὑμᾶς ἐκ χειρὸς αὐτῶν; καὶ ὑμεῖς ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις· διὰ τοῦτο οὐ προσθήσω τοῦ σῶσαι ὑμᾶς. πορεύεσθε καὶ βοήσατε πρὸς τοὺς θεοὺς οὓς ἐξελέξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν. καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον Ἡμάρτομεν, ποίησον σὺ ἡμῖν κατὰ πᾶν τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· πλὴν ἐξελοῦ ἡμᾶς ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐξέκλιναν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐδούλευσαν τῷ κυρίῳ μόνῳ· καὶ ὠλιγώθη ἡ ψυχὴ αὐτοῦ ἐν κόπῳ Ἰσραήλ. Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἀμμὼν καὶ παρενέβαλον ἐν Γαλαάδ, καὶ συνήχθησαν οἱ υἱοὶ Ἰσραὴλ καὶ παρενέβαλον ἐν τῇ σκοπιᾷ. καὶ εἶπον ὁ λαὸς οἱ ἄρχοντες Γαλαάδ, ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τίς ὁ ἀνὴρ ὅστις ἂν ἄρξηται παρατάξασθαι πρὸς υἱοὺς Ἀμμών, καὶ ἔσται εἰς ἄρχοντα πᾶσιν τοῖς κατοικοῦσιν Γαλαάδ;
Judges 10
Read in English (BSB) — Judges 10 →Tap any verse to see what it echoes — and start a chain or echo from it.