Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ Ἀὼδ ἀπέθανεν. καὶ ἀπέδοτο τοὺς υἱοὺς Ἰσραὴλ Κύριος ἐν χειρὶ Ἰαβεὶν βασιλέως Χανάαν, ὃς ἐβασίλευσεν ἐν Ἁσώρ· καὶ ὁ ἂρχων τῆς δυνάμεως αὐτοῦ Σεισαρά, καὶ αὐτὸς κατῴκει ἐν Ἁρεισὼθ τῶν ἐθνῶν. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον, ὅτι ἐννακόσια ἅρματα σιδηρᾶ ἦν αὐτῷ, καὶ αὐτὸς ἔθλιψεν τὸν Ἰσραὴλ κατὰ κράτος εἴκοσι ἔτη. Καὶ Δεββωρὰ γυνὴ προφῆτις γυνὴ Λαφειδώθ, αὐτὴ ἔκρινεν τὸν Ἰσραὴλ ἐν τῷ καιρῷ ἐκείνῳ. καὶ αὐτὴ ἐκάθητο ὑπὸ φοίνικα Δεββωρὰ ἀνὰ μέσον τῆς Βαμὰ καὶ ἀνὰ μέσον τῆς Βαιθὴλ ἐν τῷ ὄρει Ἐφράιμ, καὶ ἀνέβαινον πρὸς αὐτὴν οἱ υἱοὶ Ἰσραὴλ εἰς κρίσιν. καὶ ἀπέστειλεν Δεββωρὰ καὶ ἐκάλεσεν τὸν Βαρὰκ υἱὸν Ἀβεινέεμ ἐκ Κάδης Νεφθαλείμ, καὶ εἶπεν πρὸς αὐτόν Οὐχὶ ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραὴλ σοι καὶ ἀπελεύσῃ εἰς ὄρος Θαβώρ, καὶ λήμψῃ μετὰ σεαυτοῦ δέκα χιλιάδας ἀνδρῶν ἐκ τῶν υἱῶν Νεφθαλεὶ καὶ ἐκ τῶν υἱῶν Ζαβουλών, καὶ ἐπάξω πρὸς σὲ εἰς τὸν χειμάρρουν Κεισὼν ἐπὶ τὸν Σεισαρὰ ἄρχοντα τῆς δυνάμεως Ἰαβείν, καὶ τὰ ἅρματα αὐτοῦ καὶ τὸ πλῆθος αὐτοῦ, καὶ παραδώσω αὐτὸν εἰς τὰς χεῖράς σου; καὶ εἶπεν πρὸς αὐτὴν Βαράκ Ἐὰν πορευθῇς μετ᾽ ἐμοῦ πορεύσομαι, καὶ ἐὰν μὴ πορευθῇς οὐ πορεύσομαι· ὅτι οὐκ οἶδα τὴν ἡμέραν ἐν ᾗ εὐοδοῖ τὸν ἄγγελον Κύριος μετ᾽ ἐμοῦ. καὶ εἶπεν Πορευομένη πορεύσομαι μετὰ σοῦ· πλὴν γίνωσκε ὅτι οὐκ ἔσται τὸ προτέρημά σου ἐπὶ τὴν ὁδὸν ἣν σὺ πορεύῃ, ὅτι ἐν χειρὶ γυναικὸς ἀποδώσεται Κύριος τὸν Σεισαρά. καὶ ἀνέστη Δεββωρὰ καὶ ἐπορεύθη μετὰ Βαράκ ἐκ Κάδης. καὶ ἐβόησεν Βαρὰκ τὸν Ζαβουλὼν καὶ τὸν Νεφθαλεὶ ἐκ Κάδης, καὶ ἀνέβησαν κατὰ πόδας αὐτοῦ δέκα χιλιάδες ἀνδρῶν· καὶ ἀνέβη μετ᾽ αὐτοῦ Δεββωρά. καὶ Χάβερ ὁ Κειναῖος ἐχωρίσθη ἀπὸ Καινὰ ἀπὸ τῶν υἱῶν Ἰωβὰβ γαμβροῦ Μωυσῆ, καὶ ἔπηξεν τὴν σκηνὴν αὐτοῦ ἕως δρυὸς πλεονεκτούντων, ἥ ἐστιν ἐχόμενα Κέδες. καὶ ἀνηγγέλη Σεισαρὰ ὅτι ἀνέβη Βαρὰκ υἱὸς Ἀβεινέεμ εἰς ὄρος Θαβώρ. καὶ ἐκάλεσεν Σεισαρὰ πάντα τὰ ἅρματα αὐτοῦ, ἐννακόσια ἅρματα σιδηρᾶ, καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ ἀπὸ Ἀρείσωθ τῶν ἐθνῶν εἰς τὸν χειμάρρουν Κεισών. καὶ εἶπεν Δεββωρὰ πρὸς Βαράκ Ἀνάστηθι, ὅτι αὕτη ἡ ἡμέρα ἐν ᾗ παρέδωκεν Κύριος τὸν Σεισαρὰ ἐν τῇ χειρί σου, ὅτι Κύριος ἐξελεύσεται ἔμπροσθέν σου. καὶ κατέβη Βαρὰκ κατὰ τοῦ ὄρους Θαβώρ, καὶ δέκα χιλιάδες ἀνδρῶν ὀπίσω αὐτοῦ. καὶ ἐξέστησεν Κύριος τὸν Σεισαρὰ καὶ πάντα τὰ ἅρματα αὐτοῦ καὶ πάσαν τὴν παρεμβολήν αὐτοῦ ἐν στόματι ῥομφαίας ἐνώπιον Βαράκ· καὶ κατέβη Σεισαρὰ ἐπάνωθεν τοῦ ἅρματος αὐτοῦ καὶ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ. καὶ Βαρὰκ διώκων ὀπίσω τῶν ἁρμάτων καὶ ὀπίσω τῆς παρεμβολῆς ἕως Ἀρείσωθ τῶν ἐθνῶν· καὶ ἔπεσεν πᾶσα παρεμβολὴ Σεισαρὰ ἐν στόματι ῥομφαίας, οὐ κατελείφθη ἕως ἑνός. καὶ Σεισαρὰ ἔφυγεν τοῖς ποσὶν αὐτοῦ εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χάβερ ἑταίρου τοῦ Κειναίου, ὅτι εἰρήνη ἦν ἀνὰ μέσον Ἰαβεὶν βασιλέως Ἁσὼρ καὶ ἀνὰ μέσον οἴκου Χάβερ τοῦ Κειναίου. καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σεισαρὰ καὶ εἶπεν αὐτῷ Ἔκκλινον, κύριέ μου, ἔκκλινον πρὸς μέ, μὴ φοβοῦ. καὶ ἐξέκλινεν πρὸς αὐτὴν εἰς τὴν σκηνήν· καὶ περιέβαλεν αὐτὸν ἐπιβολαίῳ. καὶ εἶπεν Σεισαρὰ πρὸς αὐτήν Πότισόν με δὴ μικρὸν ὕδωρ, ὅτι ἐδίψησα. καὶ ἤνοιξεν τὸν ἀσκὸν τοῦ γάλακτος καὶ ἐπότισεν αὐτόν, καὶ περιέβαλεν αὐτόν. καὶ εἶπεν πρὸς αὐτὴν Σεισαρά Στῆθι δὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἔσται ἐὰν ἀνὴρ ἔλθῃ πρὸς σὲ καὶ ἐρωτήσῃ σε καὶ εἴπῃ Εἰ ἔστιν ὧδε ἀνήρ; καὶ ἐρεῖς Οὐκ ἔστιν. καὶ ἔλαβεν Ἰαὴλ γυνὴ Χάβερ τὸν πάσσαλον τῆς σκηνῆς καὶ ἔθηκεν τὴν σφῦραν ἐν τῇ χειρὶ αὐτῆς, καὶ εἰσῆλθεν πρὸς αὐτὸν ἐν κρυφῇ καὶ ἔπηξεν τὸν πάσσαλον ἐν τῷ κροτάφῳ αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ· καὶ αὐτὸς ἐξεστὼς ἐσκοτώθη καὶ ἀπέθανεν. καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σεισαρά, καὶ ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν αὐτῷ Δεῦρο καὶ δείξω σοι τὸν ἄνδρα ὃν σὺ ζητεῖς. καὶ εἰσῆλθεν πρὸς αὐτήν, καὶ ἰδοὺ Σεισαρὰ ῥεριμμένος νεκρός, καὶ ὁ πάσσαλος ἐν τῷ κροτάφῳ αὐτοῦ. καὶ ἐτρόπωσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰαβεὶν βασιλέα Χανάαν ἔμπροσθεν τῶν υἱῶν Ἰσραήλ. καὶ ἐπορεύετο χεὶρ τῶν υἱῶν Ἰσραὴλ πορευομένη καὶ σκληρυνομένη ἐπὶ Ἰαβεὶν βασιλέα Χανάαν, ἕως οὗ ἐξωλέθρευσαν τὸν Ἰαβεὶν βασιλέα Χανάαν.
Tap any verse to see what it echoes — and start a chain or echo from it.