Καὶ ταῦτα τὰ ἔθνη ἃ ἀφῆκεν Κύριος αὐτὰ ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, πάντας τοὺς μὴ ἐγνωκότας τοὺς πολέμους Χανάαν, πλὴν διὰ τὰς γενεὰς υἱῶν Ἰσρηὰλ τοῦ διδάξαι αὐτοὺς πόλεμον, πλὴν οἱ ἔμπροθεν αὐτῶν οὐκ ἔγνωσαν αὐτά· τὰς πέντε σατραπίας τῶν ἀλλοφύλων καὶ πάντα τὸν Χαναναῖον καὶ τὸν Σιδώνιον καὶ τὸν Εὑαῖον τὸν κατοικοῦντα τὸν Λίβανον ἀπὸ τοῦ ὄρους τοῦ Ἁερμὼν ἕως Λαβὼ Ἑμάθ. καὶ ἐγένετο ὥστε πειράσαι ἐν αὐτοῖς τὸν Ἰσραήλ, γνῶναι εἰ ἀκούσονται τὰς ἐντολὰς Κυρίου ἃς ἐνετείλατο τοῖς πατράσιν αὐτῶν ἐν χειρὶ Μωυσῆ. καὶ οἱ υἱοὶ Ἰσραὴλ κατῴκησαν ἐν μέσῳ τοῦ Χαναναίου καὶ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὑαίου καὶ τοῦ Ἰεβουσαίου· καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν. Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐναντίον Κυρίου, καὶ ἐπελάθοντο Κυρίου τοῦ θεοῦ αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς Βααλεὶμ καὶ τοῖς ἄλσεσιν. καὶ ὠργίσθη θυμῷ Κύριος ἐν τῷ Ἰσραήλ, καὶ ἀπέδοτο αὐτοὺς ἐν χειρὶ Χουσαρσαθάιμ βασιλέως ποταμῶν Συρίας. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Χουσαρσαθάιμ ἔτη ὀκτώ. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν Κύριος σωτῆρα τῷ Ἰσραήλ, καὶ ἔσωσεν αὐτούς, τὸν Γοθονιὴλ υἱὸν Κενὲζ ἀδελφοῦ Χαλὲβ τὸν νεώτερον ὑπὲρ αὐτόν. καὶ ἐγένετο ἐπ᾽ αὐτὸν πνεῦμα Κυρίου, καὶ ἔκρινεν τὸν Ἰσραήλ. καὶ ἐξῆλθεν εἰς πόλεμον πρὸς Χουσαρσαθάιμ· καὶ παρέδωκεν Κύριος ἐν χειρὶ αὐτοῦ τὸν Χουσαρσαθάιμ βασιλέα Συρίας ποταμῶν, καὶ ἐκραταιώθη χεὶρ αὐτοῦ ἐπὶ τὸν Χουσαρσαθάιμ. καὶ ἡσύχασεν ἡ γῆ τεσσεράκοντα ἔτη· καὶ ἀπέθανεν Γοθονιὴν υἱὸς Κενέζ. Καὶ προσέθεντο οἱ υἱοὶ Ἰσραὴλ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐνίσχυσεν Κύριος τὸν Ἐγλὼν βασιλέα Μωὰβ ἐπὶ τὸν Ἰσραήλ, διὰ τὸ πεποιηκέναι αὐτοὺς τὸ πονηρὸν ἔναντι Κυρίου. καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς υἱοὺς Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἐπορεύθη καὶ ἐπάταξεν τὸν Ἰσραήλ, καὶ ἐκληρονόμησεν τὴν πόλιν τῶν φοινίκων. καὶ ἐδούλευσαν οἱ υἱοὶ Ἰσραὴλ τῷ Ἐγλὼμ βασιλεῖ Μωὰβ ἔτη δέκα ὀκτώ. καὶ ἐκέκραξαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Κύριον· καὶ ἤγειρεν αὐτοῖς σωτῆρα τὸν Ἀὼδ υἱὸν Γηρὰ υἱὸν τοῦ Ἰεμενεί, ἄνδρα ἀμφοτεροδέξιον. καὶ ἐξαπέστειλαν οἱ υἱοὶ Ἰσραὴλ δῶρα ἐν χειρὶ αὐτοῦ τῷ Ἐγλὼμ βασιλεῖ Μωάβ. καὶ ἐποίησεν ἑαυτῷ Ἀὼδ μάχαιραν δίστομον, σπιθαμῆς τὸ μῆκος αὐτῆς, καὶ περιεζώσατο αὐτὴν ὑπὸ τὸν μανδύαν ἐπὶ τὸν μηρὸν τὸν δεξιὸν αὐτοῦ. καὶ ἐπορεύθη καὶ προσήνεγκεν τὰ δῶρα Ἐγλὼμ βασιλεῖ Μωάβ· καὶ Ἐγλὼμ ἀνὴρ ἀστεῖος σφόδρα. καὶ ἐγένετο ἡνίκα συνετέλεσεν Ἀὼδ προσφέρων τὰ δῶρα, καὶ ἐξαπέστειλεν τοὺς φέροντας τὰ δῶρα· καὶ αὐτὸς ὑπέστρεψεν ἀπὸ τῶν γλυπτῶν τῶν μετὰ τῆς Γαλγάλ, καὶ εἶπεν Ἀώδ Λόγος μοι κρύφιος πρὸς σέ, βασιλεῦ. καὶ εἶπεν Ἐγλὼμ πρὸς αὐτόν Σιώπα· καὶ ἐξαπέστειλεν ἀφ᾽ ἑαυτοῦ πάντας τοὺς ἐφεστῶτας ἐπ᾽ αὐτόν. καὶ Ἀὼδ εἰσῆλθεν πρὸς αὐτόν· καὶ αὐτὸς ἐκάθητο ἐν τῷ ὑπερῴῳ τῷ θερινῷ τῷ ἑαυτοῦ μονώτατος. καὶ εἶπεν Ἀώδ Λόγος θεοῦ μοι πρὸς σέ, βασιλεῦ. καὶ ἐξανέστη ἀπὸ τοῦ θρόνου Ἐγλὼμ ἐγγὺς αὐτοῦ. καὶ ἐγένετο ἅμα τῷ ἀναστῆναι αὐτόν, καὶ ἐξέτεινεν Ἀὼδ τὴν χεῖρα τὴν ἀριστερὰν αὐτοῦ καὶ ἔλαβεν τὴν μάχαιραν ἐπάνωθεν τοῦ μηροῦ αὐτοῦ τοῦ δεξιοῦ καὶ ἐνέπηξεν αὐτὴν ἐν τῇ κοιλίᾳ αὐτοῦ, καὶ ἐπεισήνεγκεν καί γε τὴν λαβὴν ὀπίσω τῆς φλογός· καὶ ἀπέκλεισεν τὸ στέαρ κατὰ τῆς φλογός, ὅτι οὐκ ἐξέσπασεν τὴν μάχαιραν ἐκ τῆς κοιλίας αὐτοῦ. καὶ ἐξῆλθεν Ἀὼδ τὴν προστάδα, καὶ ἐξῆλθεν τοὺς διατεταγμένους, καὶ ἀπέκλεισεν τὰς θύρας τοῦ ὑπερῴου κατ᾽ αὐτοῦ, καὶ ἐσφήνωσεν. καὶ αὐτὸς ἐξῆλθεν· καὶ οἱ παῖδες αὐτοῦ ἐπῆλθον καὶ εἶδον, καὶ ἰδοὺ αἱ θύραι τοῦ ὑπερῴου ἐσφηνωμέναι· καὶ εἶπαν Μή ποτε ἀποκενοῖ τοὺς πόδας αὐτοῦ ἐν τῷ ταμείῳ τῷ θερινῷ; καὶ ὑπέμειναν ἕως ᾐσχύνοντο. καὶ ἰδοὺ οὐκ ἔστιν ὁ ἀνοίγων τὰς θύρας τοῦ ὑπερῴου· καὶ ἔλαβον τὴν κλεῖδα καὶ ἤνοιξαν, καὶ ἰδοὺ ὁ κύριος αὐτῶν πεπτωκὼς ἐπὶ τὴν γῆν τεθνηκώς. καὶ Ἀὼδ διεσώθη ἕως ἐθορυβοῦντο, καὶ οὐκ ἦν ὁ προσνοῶν αὐτῷ· καὶ αὐτὸς παρῆλθεν τὰ γλυπτὰ καὶ διεσώθη εἰς Σετειρῶθα. καὶ ἐγένετο ἡνὶκα ἦλθεν Ἀὼδ εἰς γῆν Ἰσραήλ, καὶ ἐσάλπισεν ἐν κερατίνῃ ἐν τῷ ὄρει Ἐφράιμ· καὶ κατέβησαν σὺν αὐτῷ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τοῦ ὄρους, καὶ αὐτὸς ἔμπροσθεν αὐτῶν. καὶ εἶπεν πρὸς αὐτούς Κατάβητε ὀπίσω μου, ὅτι παρέδωκεν Κύριος ὁ θεὸς τοὺς ἐχθροὺς ἡμῶν, τὴν Μωάβ, ἐν χειρὶ ἡμῶν. καὶ κατέβησαν ὀπίσω αὐτοῦ, καὶ προκατελάβοντο τὰς διαβάσεις τοῦ Ἰσρδάνου τῆς Μωάβ, καὶ οὐκ ἀφῆκεν ἄνδρα διαβῆναι. καὶ ἐπάταξαν τὴν Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡσεὶ δέκα χιλιάδας ἀνδρῶν, πᾶν λιπαρὸν καὶ πάντα ἄνδρα δυνάμεως, καὶ οὐ διεσώθη ὁ ἀνήρ. καὶ ἐνετράπη Μωὰβ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπὸ χεῖρα Ἰσραήλ, καὶ ἡσύχασεν ἡ γῆ ὀγδοήκοντα ἔτη· καὶ ἔκρινεν αὐτοὺς Ἀὼδ ἕως οὗ ἀπέθανεν. Καὶ μετ᾽ αὐτὸν ἀνέστη Σαμαγὰρ υἱὸς Δεινάχ, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους εἰς χ᾽ ἄυδρας ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, καὶ ἔσωσεν καί γε αὐτὸς τὸν Ἰσραήλ.
Tap any verse to see what it echoes — and start a chain or echo from it.