Echo Scripture

Judges 18

Read in English (BSB) — Judges 18

Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει αὑτῇ κληρονομίαν κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία. καὶ ἀπέστειλαν οἱ υἱοὶ Δὰν ἀπὸ δήμων αὐτῶν πέντε ἄνδρας υἱοὺς δυνάμεως ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαὸλ τοῦ κατασκέψασθαι τὴν γῆν καὶ ἐξιχνιάσαι αὐτήν, καὶ εἶπαν πρὸς αὐτούς Πορεύεσθε καὶ ἐξιχνιάσατε τὴν γῆν. καὶ ἦλθον ἕως ὄρους Ἐφράιμ ἕως οἴκου Μειχαία· καὶ ηὐλίσθησαν ἐκεῖ αὐτοὶ ἐν οἴκῳ Μειχαία. καὶ αὐτοὶ ἐπέγνωσαν τὴν φωνὴν τοῦ νεανίσκου τοῦ Λευείτου, καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἶπαν αὐτῷ Τίς ἤνεγκέν σε ὧδε; καὶ τί σὺ ποιεῖς ἐν τῷ τόπῳ τούτῳ; καὶ τί σοι ὧδε; καὶ εἶπεν πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐποίησέν μοι Μειχαίας καὶ ἐμισθώσατό με, καὶ ἐγενόμην αὐτῷ εἰς ἱερέα. καὶ εἶπαν αὐτῷ Ἐρώτησον δὴ ἐν τῷ θεῷ, καὶ γνωσόμεθα εἰ εὐοδωθήσεται ἡ ὁδὸς ἡμῶν, ἐν ᾗ ἡμεῖς πορευόμεθα ἐν αὐτῇ. καὶ εἶπεν αὐτοῖς ὁ ἱερεύς Πορεύεσθε ἐν εἰρήνῃ· ἐνώπιον Κυρίου ἡ ὁδὸς ὑμῶν ἐν ᾗ πορεύεσθε ἐν αὐτῇ. Καὶ ἐπορεύθησαν οἱ πέντε ἄνδρες καὶ ἦλθον εἰς Λάισα· καὶ εἶδαν τὸν λαὸν τὸν ἐν μέσῳ αὐτῆς καθήμενον ἐπ᾽ ἐλπίδι, ὡς κρίσις Σιδωνίων ἡσυχάζουσα· καὶ οὐκ ἔστιν διατρέπων ἢ καταισχύνων λόγον ἐν τῇ γῇ, κληρονόμος ἐκπιέζων θησαυροῦ· καὶ μακράν εἰσιν Σιδωνίων, καὶ λόγον οὐκ ἔχουσιν πρὸς ἄνθρωπον. καὶ ἦλθον οἱ πέντε ἄνδρες πρὸς τοὺς ἀδελφοὺς αὐτῶν εἰς Σαραὰ καὶ Ἐσθαόλ, καὶ εἶπον τοῖς ἀδελφοῖς αὐτῶν Τί ὑμεῖς κάθησθε; καὶ εἶπαν Ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτούς, ὅτι εἴδομεν τὴν γῆν, καὶ ἰδοὺ ἀγαθὴ σφόδρα· καὶ ὑμεῖς ἡσυχάζετε; μὴ ὀκνήσητε τοῦ πορευθῆναι καὶ εἰσελθεῖν τοῦ κληρονομῆσαι τὴν γῆν. καὶ ἡνίκα ἄν ἔλθητε, εἰσελεύσεσθε πρὸς λαὸν ἐπ᾽ ἐλπίδι, καὶ ἡ γῆ πλατεῖα, ὅτι ἔδωκεν αὐτὴν ὁ θεὸς ἐν χειρὶ ὑμῶν, τόπος ὅπου οὐκ ἔστιν ἐκεῖ ὑστέρημα παντὸς ῥήματος τῶν ἐν τῇ γῇ. Καὶ ἀπῆραν ἐκεῖθεν ἀπὸ δήμων τοῦ Δάν, ἀπὸ Σαραὰ καὶ ἀπὸ Ἐσθαόλ, ἑξακόσιοι ἄνδρες ἐζωσμένοι σκεύη παρατάξεως. καὶ ἀνέβησαν καὶ παρενέβαλον ἐν Καριαθιαρεὶμ ἐν Ἰούδα. διὰ τοῦτο ἐκλήθη ἐν ἐκείνῳ τῷ τόπῳ Παρεμβολὴ Δάν, ἕως τῆς ἡμέρας ταύτης· ἰδοὺ ὀπίσω Καριαθιαρείμ. καὶ παρῆλθον ἐκεῖθεν ὄρος Ἐφράιμ καὶ ἦλθον ἕως οἴκου Μειχαία. καὶ ἀπεκρίθησαν οἱ πέντε ἄνδρες οἱ πεπορευμένοι κατασκέψασθαι τὴν γῆν Λάισα καὶ εἶπαν πρὸς τοὺς ἀδελφούς αὐτῶν Ἔγνωτε ὅτι ἔστιν ἐν τῷ οἴκῳ τούτῳ ἐφὼδ καὶ θεραφεὶν καὶ γλυπτὸν καὶ χωνευτόν· καὶ νῦν γνῶτε ὅ τι ποιήσετε. καὶ ἐξέκλιναν ἐκεῖ καὶ εἰσῆλθον εἰς τὸν οἶκον τοῦ νεανίσκου τοῦ Λευείτου, οἶκον Μειχαία, καὶ ἠρώτησαν αὐτὸν εἰς εἰρήνην. καὶ οἱ ἑξακόσιοι ἄνδρες οἱ ἀνεζωσμένοι τὰ σκεύη τῆς παρατάξεως αὐτῶν ἑστῶτες παρὰ θύρας τῆς πύλης, οἱ ἐκ τῶν υἱῶν Δάν. καὶ ἀνέβησαν οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν, καὶ εἰσῆλθον ἐκεῖ εἰς οἶκον Μειχαία, καὶ ὁ ἱερεὺς ἑστώς· καὶ ἔλαβον τὸ γλυπτὸν καὶ τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ χωνευτόν. καὶ εἶπεν πρὸς αὐτοὺς ὁ ἱερεύς Τί ὑμεῖς ποιεῖτε; καὶ εἶπαν αὐτῷ Κώφευσον, ἐπίθες τὴν χεῖρά σου ἐπὶ τὸ στόμα σου, καὶ δεῦρο μεθ᾽ ἡμῶν καὶ γένου ἡμῖν εἰς πατέρα καὶ εἰς ἱερέα· μὴ ἀγαθὸν εἶναί σε ἱερέα οἴκου ἀνδρὸς ἑνός, ἢ γενέσθαι σε ἱερέα φυλῆς καὶ οἴκου εἰς δῆμον Ἰσραήλ; καὶ ἠγαθύνθη ἡ καρδία τοῦ ἱερέως, καὶ ἔλαβεν τὸ ἐφὼδ καὶ τὸ θεραφεὶν καὶ τὸ γλυπτὸν καὶ τὸ χωνευτόν, καὶ ἦλθεν ἐν μέσῳ τοῦ λαοῦ. καὶ ἐπέστρεψαν καὶ ἀπῆλθαν, καὶ ἔθηκαν τὰ τέκνα καὶ τὴν κτῆσιν καὶ τὸ βάρος ἔμπροσθεν αὐτῶν. αὐτοὶ ἐμάκρυναν ἀπὸ οἴκου Μειχαία, καὶ ἰδοὺ Μειξαίας καὶ οἱ ἄνδρες οἱ ἐν ταῖς οἰκίαις ταῖς μετὰ οἴκου Μειχαία ἐβόησαν καὶ κατελάβοντο τοὺς υἱοὺς Δάν. καὶ ἐπέστρεψαν τὸ πρόσωπον αὐτῶν υἱοὶ Δὰν καὶ εἶπαν τῷ Μειχαίᾳ Τί ἐστίν σοι ὅτι ἐβόησας; καὶ εἶπεν Μειχαίας Ὅτι τὸ γλυπτόν μου ὃ ἐποίησα ἐλάβετε καὶ τὸν ἱερέα, καὶ ἐπορεύθητε· καὶ τί ἐμοὶ ἔτι; καὶ τί τοῦτο λέγετε πρὸς μέ Τί κράζεις; καὶ εἶπον πρὸς αὐτὸν οἱ υἱοὶ Δάν Μὴ ἀκουσθήτω δὴ φωνή σου μεθ᾽ ἡμῶν, μή ποτε συναντήσωσιν ἐν ἡμῖν ἄνδρες πικροὶ ψυχῇ, καὶ προσθήσουσιν ψυχὴν καὶ τὴν ψυχὴν τοῦ οἴκου σου. καὶ ἐπορεύθησαν οἱ υἱοὶ Δὰν εἰς ὁδὸν αὐτῶν· καὶ εἶδεν Μειχαίας ὅτι δυνατώτεροί εἰσιν ὑπὲρ αὐτόν, καὶ ἐπέστρεψεν εἰς τὸν οἶκον αὐτοῦ. καὶ οἱ υἱοὶ Δὰν ἔλαβον ὃ ἐποίησεν Μειχαίας καὶ τὸν ἱερέα ὃς ἦν αὐτῷ, καὶ ἦλθον ἐπὶ Λάισα ἐπὶ λαὸν ἡσυχάζοντα καὶ πεποιθότα ἐπ᾽ ἐλπίδι· καὶ ἐπάταξαν αὐτοὺς ἐν στόματι ῥομφαίας, καὶ τὴν πόλιν ἐνέπρησαν ἐν πυρί. καὶ οὐκ ἦν ὁ ῥυόμενος, ὅτι μακράν ἐστιν ἀπὸ Σιδωνίων, καὶ λόγος οὐκ ἔστιν αὐτοῖς μετὰ ἀνθρώπου, καὶ αὐτὴ ἐν τῇ κοιλάδι τοῦ οἴκου Ῥαάβ. καὶ ᾠκοδόμησαν τὴν πόλιν καὶ κατεσκήνωσαν ἐν αὐτῇ, καὶ ἐκάλεσαν τὸ ὄνομα τῆς πόλεως Δάν, ἐν ὀνόματι Δὰν πατρὸς αὐτῶν ὃς ἐτέχθη τῷ Ἰσραήλ· καὶ Οὐλαμάις τὸ ὄνομα τῆς πόλεως τὸ πρότερον. καὶ ἔστησαν ἑαυτοῖς οἱ υἱοὶ Δὰν τὸ γλυπτόν· καὶ Ἰωναθὰμ υἱὸς Γηρσὸμ υἱὸς Μανασσή, αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἦσαν ἱερεῖς τῇ φυλῇ Δὰν ἕως ἡμέρας ἀποικίας τῆς γῆς. καὶ ἔθηκαν αὐτοῖς τὸ γλυπτὸν ὃ ἐποίησεν Μειχαίας πάσας τὰς ἡμέρας ἃς ἦν ὁ οἶκος τοῦ θεοῦ ἐν Σηλώμ. καὶ ἐγένετο ἐν ταῖς ἡμέραις ἐκείναις καὶ οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.