Καὶ ἐγένετο ἀνὴρ ἀπὸ ὄρους Ἐφράιμ, καὶ ὄνομα αὐτῷ Μειχαίας. καὶ εἶπεν τῇ μητρὶ αὐτοῦ Οἱ χίλιοι καὶ ἑκατὸν οὓς ἔλαβες ἀργυρίου σεαυτῇ, καί με ἠράσω καὶ προσεῖπας ἐν ὠσί μου, ἰδοὺ τὸ ἀργύριον παρ᾽ ἐμοί, ἐγὼ ἔλαβον αὐτό. καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Εὐλογητὸς ὁ υἱός μου τῷ κυρίῳ. καὶ ἀπέδωκεν τοὺς χιλίους καὶ ἑκατὸν τοῦ ἀργυρίου τῇ μητρὶ αὐτοῦ· καὶ εἶπεν ἡ μήτηρ αὐτοῦ Ἁγιάζουσα ἡγίακα τὸ ἀργύριον τῷ κυρίῳ ἐκ χειρός μου τῷ υἱῷ μου τοῦ ποιῆσαι γλυπτὸν καὶ χωνευτόν, καὶ νῦν ἀποδώσω σοι αὐτό. καὶ ἀπέδωκεν τὸ ἀργύριον τῇ μητρὶ αὐτοῦ· καὶ ἔλαβεν ἡ μήτηρ αὐτοῦ διακοσίους ἀργυρίου καὶ ἔδωκεν αὐτὸ ἀργυροκόπῳ, καὶ ἐποίησεν αὐτὸ γλυπτὸν καὶ χωνευτόν· καὶ ἐγενήθη ἐν οἴκῳ Μειχαία. καὶ ὁ οἶκος Μειχαία αὐτῷ οἶκος θεοῦ· καὶ ἐποίησεν ἐφὼδ καὶ θαραφείν, καὶ ἐπλήρωσεν τὴν χεῖρα ἀπὸ ἑνὸς υἱῶν αὐτοῦ, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα. ἐν δὲ ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ· ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. Καὶ ἐγενήθη νεανίας ἐκ Βηθλέεμ δήμου Ἰούδα, καὶ αὐτὸς Λευείτης· καὶ οὗτος παρῴκει ἐκεῖ. καὶ ἐπορεύθη ὁ ἀνὴρ ἀπὸ Βηθλέεμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἐὰν εὕρῃ τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφράιμ καὶ ἕως οἴκου Μειχαία, τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Μειχαίας Πόθεν ἔρχῃ; καὶ εἶπεν πρὸς αὐτόν Λευείτης εἰμὶ ἀπὸ Βαιθλέεμ Ἰούδα, καὶ ἐγὼ πορεύομαι παροικῆσαι ἐν ᾧ ἐὰν εὕρω τόπῳ. καὶ εἶπεν αὐτῷ Μειχαίας Κάθου μετ᾽ ἐμοῦ, καὶ γίνου μοι εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίου εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. καὶ ἐπορεύθη ὁ Λευείτης καὶ ἤρξατο παροικεῖν παρὰ τῷ ἀνδρί· καὶ ἐγενήθη ὁ νεανίας παρ᾽ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν αὐτοῦ. καὶ ἐπλήρωσεν Μειχαίας τὴν χεῖρα τοῦ Λευείτου, καὶ ἐγένετο αὐτῷ εἰς ἱερέα· καὶ ἐγένετο ἐν οἴκῳ Μειχαία. καὶ εἶπεν Μειχαίας Νῦν ἔγνων ὅτι ἀγαθυνεῖ Κύριος ἐμοί, ὅτι ἐγένετό μοι ὁ Λευείτης εἰς ἱερέα.
Judges 17
Read in English (BSB) — Judges 17 →Tap any verse to see what it echoes — and start a chain or echo from it.