Echo Scripture

Joshua 18

Read in English (BSB) — Joshua 18

Καὶ ἐξεκκλησιάσθη πᾶσα συναγωγὴ υἱῶν Ἰσραὴλ εἰς Σηλώ, καὶ ἔπηξαν ἐκεῖ τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ ἡ γῆ ἐκρατήθη ὑπ᾽ αὐτῶν. καὶ κατελείφθησαν οἱ υἱοὶ Ἰσραὴλ οἳ οὐκ ἐκληρονόμησαν, ἑπτὰ φυλαί. καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰσραήλ Ἕως τίνος ἐκλυθήσεσθε κληρονομῆσαι τὴν γῆν ἣν ἔδωκεν Κύριος ὁ θεὸς ἡμῶν; δότε ἐξ ὑμῶν τρεῖς ἄνδρας ἐκ φυλῆς, καὶ ἀναστάντες διελθέτωσαν τὴν γῆν, καὶ διαγραψάτωσαν αὐτὴν ἐναντίον μου καθὰ δεήσει διελθεῖν αὐτήν. καὶ διήλθοσαν πρὸς αὐτόν, καὶ διεῖλεν αὐτοῖς ἑπτὰ μερίδας. Ἰούδας στήσεται αὐτοῖς ὅριον ἀπὸ λιβός, καὶ οἱ υἱοὶ Ἰωσὴφ στήσονται αὐτοῖς ἀπὸ βορρᾶ. ὑμεῖς δὲ μερίσατε τὴν γῆν ἑπτὰ μερίδας καὶ ἐνέγκατε πρὸς μὲ ὧδε, καὶ ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου τοῦ θεοῦ ἡμῶν. οὐ γάρ ἐστιν μερὶς τοῖς υἱοῖς Λευεὶ ἐν ὑμῖν, ἱερατεία γὰρ Κυρίου μερὶς αὐτοῦ· καὶ Γὰδ καὶ Ῥουβὴν καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἐλάβοσαν τὴν κληρονομίαν αὐτῶν πέραν τοῦ Ἰορδάνου ἐπ᾽ ἀνατολῆς, ἣν ἔδωκεν αὐτοῖς Μωυσῆς ὁ παῖς Κυρίου. καὶ ἀναστάντες οἱ ἄνδρες ἐπορεύθησαν. καὶ ἐνετείλατο Ἰησοῦς τοῖς ἀνδράσιν τοῖς πορευομένοις χωροβατῆσαι τὴν γῆν λέγων Πορεύεσθε καὶ χωροβατήσατε τὴν γῆν, καὶ παραγενήθητε πρὸς μέ· καὶ ὧδε ἐξοίσω ὑμῖν κλῆρον ἔναντι Κυρίου ἐν Σηλώ. καὶ ἐπορεύθησαν καὶ ἐχωροβάτησαν τὴν γῆν, καὶ ἴδοσαν αὐτήν, καὶ ἔγραψαν αὐτὴν κατά πόλεις ἑπτά μερίδας εἰς βιβλίον, καὶ ἤνεγκαν πρὸς Ἰησοῦν. καὶ ἐνέβαλεν αὐτοῖς Ἰησοῦς κλῆρον ἐν Σηλὼ ἔναντι Κυρίου. καὶ ἐξῆλθεν ὁ κλῆρος Βενιαμεὶν πρῶτος κατὰ δήμους αὐτῶν· καὶ ἐξῆλθεν ὅρια τοῦ κλήρου αὐτῶν ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον τῶν υἱῶν Ἰωσήφ. καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ βορρᾶ· ἀπὸ τοῦ Ἱορδάνου προσαναβήσεται τὰ ὅρια κατὰ νῶτου Ἰερειχὼ ἀπὸ βορρᾶ, καὶ ἀναβήσεται ἐπὶ τὸ ὄρος ἐπὶ τὴν θάλασσαν, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος Μαβδαρεῖτις Βαιθών· καὶ διελεύσεται ἐκεῖθεν τὰ ὅρια Λοῦζα ἐπὶ νώτου Λοῦξα ἀπὸ λιβὸς αὐτῆς, αὕτη ἐστὶν Βαιθήλ. καὶ καταβήσεται τὰ ὅρια Μααταρωθορὲχ ἐπὶ τὴν ὀρεινήν, ἥ ἐστιν πρὸς λίβα Βαιθωρών, ἡ κάτω· καὶ διελεύσεται τὰ ὅρια καὶ παρελεύσεται ἐπὶ τὸ ὄρος τὸ βλέπον παρὰ θάλασσαν ἀπὸ λιβός, ἀπὸ τοῦ ὄρους ἐπὶ πρόσωπον Βαιθωρὼν λίβα, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος εἰς Καριαθβάαλ, αὕτη ἐστὶν Καριαθιαρείν, πόλις υἱῶν Ἰούδα· τοῦτό ἐστιν τὸ μέρος το πρὸς θάλασσαν. καὶ μέρος τὸ πρὸς λίβα ἀπὸ μέρους Καριαθβάαλ· καὶ διελεύσεται ὅρια εἰς Γασείν, ἐπὶ πηγὴν ὕδατος Ναφθώ· καὶ καταβήσεται τὰ ὅρια ἐπὶ μέρους, τοῦτό ἐστιν κατὰ πρόσωπον νάπης Σοννάμ, ὅ ἐστιν ἐκ μέρους Ἐμεκραφαεὶν ἀπὸ βορρᾶ· καὶ καταβήσεται Γαίεννα ἐπὶ νότον Ἰεβουσαὶ ἀπὸ λιβός, καταβήσεται ἐπὶ πηγὴν Ῥωγήλ· καὶ διελεύσεται ἐπὶ πηγὴν Βαιθσάμυς, καὶ παρελεύσεται ἐπὶ Γαλιαώθ, ἥ ἐστιν ἀπέναντι πρός ἀνάβασιν Αἰθαμείν, καὶ καταβήσεται ἐπὶ λίθον Βαίων υἱῶν Ῥουβήν· καὶ διελεύσεται κατὰ νώτου Βαιθαραβὰ ἀπὸ βορρᾶ, καὶ καταβήσεται ἐπὶ τὰ ὅρια ἐπὶ νῶτον θάλασσαν ἀπὸ βορρᾶ· καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ λοφιὰν τῆς θαλάσσης τῶν ἁλῶν ἐπὶ βορρᾶν εἰς μέρος τοῦ Ἰορδάνου ἀπὸ λιβός· ταῦτα τὰ ὅριά ἐστιν ἀπὸ λιβός. καὶ ὁ Ἰορδάνης ὁριεῖ ἀπὸ μέρους ἀνατολῶν. αὕτη ἡ κληρονομία υἱῶν Βενιαμείν, τὰ ὅρια αὐτῆς κύκλῳ κατὰ δήμους. καὶ ἐγενήθησαν αἱ πόλεις τῶν υἱῶν Βενιαμεὶν κατὰ δήμους αὐτῶν Ἰερειχὼ καὶ Βεθεγαιὼ καὶ Ἀμεκασεὶς καὶ Βαιθαβαρὰ καὶ Σαρὰ καὶ βησανὰ καὶ Αἰεὶν καὶ Φαρὰ καὶ Ἰεφραθὰ καὶ Καραφὰ καὶ Κεφειρὰ καὶ Μονεὶ καὶ Γάβαα, πόλεις δέκα δύο καὶ αἱ κῶμαι αὐτῶν· Γαβαὼν καὶ Ῥαμὰ καὶ Βεηρωθὰ καὶ Μασσημὰ καὶ Μειρὼν καὶ Ἁμωκὴ καὶ Φειρὰ καὶ Καφὰν καὶ Νακὰν καὶ Σεληκὰν καὶ Θαρεηλὰ καὶ Ἰεβούς, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ πόλεις καὶ Γαβαωθιαρείμ, Βενιαμεὶν κατὰ δήμους αὐτῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.