Καὶ ἐγένετο τὰ ὅρια φυλῆς υἱῶν Μανασσή, ὅτι οὗτος πρωτότοκος τῷ Ἰωσήφ· τῷ Μαχεὶρ πρωτοτόκῳ Μανασσὴ πατρὶ Γαλαάδ, ἀνὴρ γὰρ πολεμιστὴς ἦν, ἐν τῇ Γαλααδείτιδι καὶ ἐν τῇ Βασανείτιδι. καὶ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς λοιποῖς κατὰ δήμους αὐτῶν, τοῖς υἱοῖς Ἰέζει καὶ τοῖς υἱοῖς Κέλεζ καὶ τοῖς υἱοῖς Ἰεζειὴλ καὶ τοῖς υἱοῖς Σύχεμ καὶ τοῖς υἱοῖς Συμαρεὶμ καὶ τοῖς υἱοῖς Ὅφερ· οὗτοι οἱ ἄρσενες κατὰ δήμους αὐτῶν. καὶ τῷ Σαλπαὰδ υἱῷ Ὅφερ, οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μααλὰ καὶ Νουὰ καὶ Ἑγλὰ καὶ Μελχὰ καὶ Θερσά. καὶ ἔστησαν ἐναντίον Ἐλεαζὰρ τοῦ ἱερέως καὶ ἐναντίον Ἰησοῦ καὶ ἐναντίον τῶν ἀρχόντων λέγουσαι Ὁ θεὸς ἐνετείλατο διὰ χειρὸς Μωυσῆ δοῦναι ἡμῖν κληρονομίαν ἐν μέσῳ τῶν ἀδελφῶν ἡμῶν. καὶ ἐδόθη αὐταῖς διὰ προστάγματος Κυρίου κλῆρος ἐν τοῖς ἀδελφοῖς τοῦ πατρὸς αὐτῶν. καὶ ἔπεσεν ὁ σχοινισμὸς αὐτῶν ἀπὸ Ἀνασσά, καὶ πεδίον Λαβὲκ ἐκ τῆς Γαλαὰδ ἥ ἐστιν πέραν τοῦ Ἰορδάνου· ὅτι θυγατέρες υἱῶν Μανασσὴ ἐκληρονόμησαν κλῆρον ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν. ἡ δὲ γῆ Γαλαὰδ ἐγενήθη τοῖς υἱοῖς Μανασσὴ τοῖς καταλελιμμένοις. καὶ ἐγενήθη ὅρια υἱῶν Μανασσὴ Δηλανάθ, ἥ ἐστιν κατὰ πρόσωπον υἱῶν Ἀνάθ, καὶ πορεύεται ἐπὶ τὰ ὅρια ἐπὶ Ἱαμεὶν καὶ Ἰασσεὶβ ἐπὶ πηγὴν Θαφθώθ· τῷ Μανασσὴ ἔσται, καὶ Θαφὲθ ἐπὶ τῶν ὁρίων Μανασσὴ τοῖς υἱοῖς Ἐφράιμ. καὶ καταβήσεται τὰ ὅρια ἐπὶ φάραγγα Καρανὰ ἐπὶ λίβα κατὰ φάραγγα Ἰαριήλ, τερέμινθος τῷ Ἐφράιμ ἀνὰ μέσον πόλεως Μανασσή· καὶ ὅρια Μανασσὴ ἐπὶ τὸν βορρᾶν εἰς τὸν χειμάρρουν. καὶ ἔσται αὐτοῦ ἡ διέξοδος θάλασσα ἀπὸ λιβὸς τῷ Ἐφράιμ, καὶ ἐπὶ βορρᾶν Μανασσή· καὶ ἔσται ἡ θάλασσα ὅρια αὐτοῖς· καὶ ἐπὶ Ἰασὴβ συνάψουσιν ἐπὶ βορρᾶν, καὶ τῷ Ἰσσαχὰρ ἀπ᾽ ἀνατολῶν. καὶ ἔσται Μανασσὴ ἐν Ἰσσαχὰρ καὶ ἐν Ἀσὴρ Καιθοὰν καὶ αἱ κῶμαι αὐτῶν, καὶ τοὺς κατοικοῦντας Δὼρ καὶ τὰς κώμας αὐτῆς, καὶ τοὺς κατοικοῦντας Μαγεδδὼ καὶ τὰς κώμας αὐτῆς, καὶ τὸ τρίτον τῆς Μαφετὰ καὶ τὰς κώμας αὐτῆς. καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Μανασσὴ ἐξολεθρεῦσαι τὰς πόλεις ταύτας· καὶ ἤρχετο ὁ Χαναναῖος κατοικεῖν ἐν τῇ γῇ ταύτῃ. καὶ ἐγενήθη καὶ ἐπεὶ κατίσχυσαν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἐποίησαν τοὺς Χαναναίους ὑπηκόους, ἐξολεθρεῦσαι δὲ αὐτοὺς οὐκ ἐξωλέθρευσαν. Ἀντεῖπαν δὲ οἱ υἱοὶ Ἰωσὴφ τῷ Ἰησοῦ λέγοντες Διὰ τί ἐκληρονόμησας ἡμᾶς κλῆρον ἕνα καὶ σχοίνισμα ἕν; ἐγὼ δὲ λαὸς πολύς εἰμι, καὶ ὁ θεὸς εὐλόγησέν με. καὶ εἶπεν αὐτοῖς Ἰησοῦς Εἰ λαὸς πολὺς εἶ, ἀνάβηθι εἰς τὸν δρυμὸν καὶ ἐκκάθαρον σεαυτῷ, εἰ στενοχωρεῖ σε τὸ ὄρος τὸ Ἐφράιμ. καὶ εἶπαν Οὐκ ἀρέσκει ἡμῖν τὸ ὄρος τὸ Ἐφράιμ· καὶ ἵππος ἐπίλεκτος καὶ σίδηρος τῷ Χαναναίῳ τῷ κατοικοῦντι ἐν αὐτῷ ἐν Βαιθαισὰν καὶ ἐν ταῖς κώμαις αὐτῆς, ἐν τῇ κοιλάδι Ἰσραήλ. καὶ εἶπεν Ἰησοῦς τοῖς υἱοῖς Ἰωσήφ Εἰ λαὸς πολὺς εἶ καὶ ἰσχὺν μεγάλην ἔχεις, οὐκ ἔσται σοι κλῆρος εἷς· ὁ γὰρ δρυμὸς ἔσται σοι, ὅτι δρυμός ἐστιν, καὶ ἐκκαθαριεῖς αὐτόν, καὶ ἔσται σοι· καὶ ὅταν ἐξολεθρεύσῃς τὸν Χαναναῖον, ὅτι ἵππος ἐπίλεκτός ἐστιν αὐτῷ· σὺ γὰρ ὑπερισχύεις αὐτοῦ.
Joshua 17
Read in English (BSB) — Joshua 17 →Tap any verse to see what it echoes — and start a chain or echo from it.