Echo Scripture

Genesis 15

Read in English (BSB) — Genesis 15

Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἀβρὰμ ἐν ὁράματι λέγων Μὴ φοβοῦ, Ἀβράμ· ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ⸆ ἔσται σφόδρα. λέγει δὲ Ἀβράμ Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μάσεκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. καὶ εἶπεν Ἀβράμ Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγων Οὐ κληρονομήσει σε οὗτος· ἀλλ᾽ ὅς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. ἐξήγαγεν δὲ αὐτὸν ἔξω καὶ εἶπεν πρὸς αὐτὸν Ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δύνῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν Οὕτως ἔσται τὸ σπέρμα σου. ⸂⸆⸃ καὶ ἐπίστευσεν Ἀβρὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. εἶπεν δὲ αὐτῷ Ἐγὼ ὁ θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. εἶπεν δέ Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; εἶπεν δὲ αὐτῷ Λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν. ἔλαβεν δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις· τὰ δὲ ὄρνεα οὐ διεῖλεν. κατέβη δὲ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν· καὶ συνεκάθισεν αὐτοῖς Ἀβράμ. περὶ δὲ ἡλίου δυσμὰς ἔκστασις ἐπέπεσεν τῷ Ἀβράμ, καὶ ἰδοὺ φόβος σκοτινὸς μέγας ἐπιπίπτει αὐτῷ· καὶ ἐρρέθη πρὸς Ἀβράμ Γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώσουσιν αὐτὸ καὶ δουλώσουσιν αὐτοὺς καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη. τὸ δὲ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ᾽ εἰρήνης, τραφεὶς ἐν γήρει καλῷ. τετάρτῃ δὲ ⸆ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. ἐπεὶ δὲ ἐγίνετο ὁ ἥλιος πρὸς δυσμαῖς, φλὸξ ἐγένετο· καὶ ἰδοὺ κλίβανος καπνιζόμενος καὶ λαμπάδες πυρός, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομημάτων τούτων. ἐκεῖ διέθετο ὁ θεὸς τῷ Ἀβρὰμ διαθήκην λέγων Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφράτου· τοὺς Κεναίους καὶ τοὺς Κενεζαίους καὶ τοὺς Κελμωναίους ⸂⸆⸃ καὶ τοὺς χετταίους καί τοὺς Φερεζαίους καὶ τοὺς Ῥαφαεὶν καὶ τοὺς Ἀμορραίους καὶ τοὺς Χαναναίους καὶ τοὺς Εὑαίους καὶ τοὺς Γεργεσαίους καὶ τοὺς Ἰεβουσαίους.

Tap any verse to see what it echoes — and start a chain or echo from it.