Echo Scripture

Genesis 14

Read in English (BSB) — Genesis 14

Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰλ βασιλέως Σενναάρ, Ἀριὼχ βασιλεὺς Ἐλλασὰρ καὶ ὁ Χοδολλογόμορ βασιλεὺς Αἰλὰμ καὶ Θαλγὰ βασιλεὺς ἐθνῶν ἐποίησαν πόλεμον μετὰ Βάλλα βασιλέως Σοδόμων καὶ μετὰ Βαρσὰ βασιλέως Γομόρρας καὶ Σενναὰρ βασιλέως Ἀδαμὰ καὶ Συμόβορ βασιλέως Σεβωεὶμ καὶ μετὰ βασιλέως Βάλακ· αὕτη ἐστὶν Σήγωρ. πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. δώδεκα ἔτη ἐδούλευον τῷ Χοδολλογόμορ, τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέστησαν. ⸆ ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει ἦλθεν Χοδολλογόμορ καὶ οἱ βασιλεῖς οἱ μετ᾽ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀσταρὼθ Καρνάιν, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Σομαίους τοὺς ἐν Σαυὴ τῇ πόλει, καὶ τοὺς Χορραίους τοὺς ἐν τοῖς ὄρεσιν Σηείρ, ἕως τῆς τερεμίνθου τῆς Φαράν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. ⸆ καὶ ἀναστρέψαντες ἤλθοσαν ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶν Καδής, καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ καὶ τοὺς Ἀμορραίους τοὺς κατοικοῦντας ἐν Ἁσασὰν Θαμάρ. ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας καὶ βασιλεὺς Ἀδαμὰ καὶ βασιλεὺς Σεβωεὶμ καὶ βασιλεὺς Βάλακ, αὕτη ἐστὶν Σήγωρ, καὶ παρετάξαντο αὐτοῖς εἰς πόλεμον ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ, πρὸς Χοδολλογόμορ βασιλέα Αἰλὰμ καὶ Θαλγὰλ βασιλέα ἐθνῶν καὶ Ἀμαρφὰλ βασιλέα Σενναὰρ καὶ Ἀριὼχ βασιλέα Ἐλλασάρ, οἱ τέσσαρες οὗτοι βασιλεῖς πρὸς τοὺς πέντε. ἡ δὲ κοιλὰς ἡ ἁλυκὴ φρέατα ἀσφάλτου. ἔφυγεν δὲ βασιλεὺς Σοδόμων καὶ βασιλεὺς Γομόρρας, καὶ ἐνέπεσαν ἐκεῖ· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρινὴν ἔφυγον. ἔλαβεν δὲ τὴν ἵππον πᾶσαν τὴν Σοδόμων καὶ Γομόρρας καὶ πάντα τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. ἔλαβον δὲ καὶ τὸν Λὼτ υἱὸν τοῦ ἀδελφοῦ Ἀβρὰμ καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο· ἦν γὰρ κατοικῶν ἐν Σοδόμοις. ⸂⸆⸃ παραγενόμενος δὲ τῶν ἀνασωθέντων τις ἀπήγγειλεν Ἀβρὰμ τῷ περάτῃ· αὐτὸς δὲ κατῴκει ἐν τῇ δρυὶ τῇ Μαμβρὴ ὁ Ἄμορις τοῦ ἀδελφοῦ Ἐσχὼλ καὶ τοῦ ἀδελφοῦ Αὐνάν, οἳ ἦσαν συνωμόται τοῦ Ἀβράμ. ἀκούσας δὲ Ἀβρὰμ ὅτι ᾐχμαλωτεύθη Λὼτ ὁ ἀδελφὸς αὐτοῦ, ἠρίθμησεν τοὺς ἰδίους οἰκογενεῖς αὐτοῦ, τριακοσίους δέκα καὶ ὀκτώ, καὶ κατεδίωξεν ⸆ ὀπίσω αὐτῶν ἕως Δάν. καὶ ἐπέπεσεν ἐπ᾽ αὐτοὺς τὴν νύκτα αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτούς, καὶ ἐδίωξεν αὐτοὺς ἕως Χωβάλ, ἥ ἐστιν ἐν ἀριστερᾷ Δαμασκοῦ. καὶ ἀπέστρεψεν πᾶσαν τὴν ἵππον Σοδόμων· καὶ Λὼτ τὸν ἀδελφὸν αὐτοῦ ἀπέστρεψεν καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ τὰς γυναῖκας καὶ τὸν λαόν. Ἐξῆλθεν δὲ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ, μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδαλλογόμορ καὶ τῶν ⸂⸆⸃ βασιλέων τῶν μετ᾽ αὐτοῦ, εἰς τὴν κοιλάδα τὴν Σαύην· τοῦτο ἦν τὸ πεδίον βασιλέως. καὶ Μελχισέδεκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. καὶ ηὐλόγησεν τὸν Ἀβρὰμ καὶ εἶπεν Εὐλογημένος Ἀβρὰμ τῷ θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλογητὸς ὁ θεὸς ὁ ὕψιστος, ὃς παρέδωκεν τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. καὶ ἔδωκεν αὐτῷ δεκάτην ἀπὸ πάντων. εἶπεν δὲ βασιλεὺς Σοδόμων πρὸς Ἀβράμ Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. εἶπεν δὲ Ἀβρὰμ πρὸς βασιλέα Σοδόμων Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήμψομαι ἀπὸ πάντων τῶν σῶν· ἵνα μὴ εἴπῃς ὅτι Ἐγὼ ἐπλούτισα τὸν Ἀβράμ. πλήν ὧν ἔφαγον οἱ νεανίσκοι καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμπορευθέντων μετ᾽ ἐμοῦ, Ἐσχώλ, Αὐνάν, Μαμβρή· οὗτοι λήμψονται μερίδα.

Tap any verse to see what it echoes — and start a chain or echo from it.