Echo Scripture

Genesis 11

Read in English (BSB) — Genesis 11

Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν, καὶ φωνὴ μία πᾶσιν. καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ Σενναὰρ καὶ κατῴκησαν ἐκεῖ. καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον Δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί. καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. καὶ εἶπαν Δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσομεν ἑαυτῶν ὄνομα πρὸ τοῦ ⸂⸆⸃ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη Κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπεν Κύριος Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιῆσαι. δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς Κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ Σύγχυσις, ὅτι ἐκεῖ συνέχεεν Κύριος τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς Κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Καὶ αὗται αἱ γενέσεις Σήμ. Σὴμ υἱὸς ἐτῶν ἑκατὸν ὅτε ἐγέννησεν τὸν Ἀρφαξάδ, δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν. καὶ ἔζησεν Σὴμ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἀρφαξὰδ πεντακόσια ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Ἀρφαξὰδ ἑκατὸν τριάκοντα πέντε ἔτη, καὶ ἐγέννησεν τὸν Καινάν. καὶ ἔζησεν Ἀρφαξὰδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Καινὰν ἔτη τετρακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Καινὰν ἑκατον τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Σάλα. καὶ ἔζησεν Καινὰν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σάλα ἔτη τριακόσια τριάκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Σάλα ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ἔβερ. καὶ ἔζησεν Σάλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ἔβερ τριακόσια τριάκοντα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Ἔβερ ἑκατὸν τριάκοντα τέσσερα ἔτη, καὶ ἐγέννησεν τὸν Φάλεκ. καὶ ἔζησεν Ἔβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Φάλεκ ἔτη τριακόσια ἑβδομήκοντα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. ⸆ Καὶ ἔζησεν Φάλεκ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ῥαγαὺ. καὶ ἔζησεν Φάλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ῥαγαὺ διακόσια ἐννέα ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Ῥαγαὺ ἑκατὸν τριάκοντα δύο ἔτη, καὶ ἐγέννησεν τὸν Σερούχ. καὶ ἔζησεν Ῥαγαὺ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Σεροὺχ διακόσια ἑπτὰ ἔτη, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. καὶ ἔζησεν Σεροὺχ ἑκατὸν τριάκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ναχώρ. καὶ ἔζησεν Σεροὺχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Ναχὼρ ἔτη διακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Ναχὼρ ἔτη ἑβδομήκοντα ἐννέα, καὶ ἐγέννησεν τὸν Θάρα. καὶ ἔζησεν Ναχὼρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Θάρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Καὶ ἔζησεν Θάρα ἑβδομήκοντα ἔτη, καὶ ἐγέννησεν τὸν Ἀβρὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἁρράν. Αὗται δὲ αἱ γενέσεις Θάρα· Θάρα δὲ ἐγέννησεν τὸν Ἀβρὰμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἁρράν, καὶ Ἁρρὰν ἐγέννησεν τὸν Λώτ. καὶ ἀπέθανεν Ἁρρὰν ἐνώπιον Θάρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη, ἐν τῇ χώρᾳ τῶν Χαλδαίων. ⸂⸆⸃ καὶ ἔλαβον Ἀβρὰμ καὶ Ναχὼρ ἑαυτοῖς γυναῖκας· ὄνομα τῇ γυναικὶ Ἀβρὰμ Σάρα, καὶ ὄνομα τῇ γυναικὶ Ναχὼρ Μελχά, θυγάτηρ Ἁρράν, καὶ πατὴρ Μελχὰ καὶ πατὴρ Ἰεσχά. καὶ ἦν Σάρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει. καὶ ἔλαβεν Θάρα τὸν Ἀβρὰμ τὸν υἱὸν αὐτοῦ καὶ τὸν Λὼτ υἱὸν Ἁρράν, υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα τοῦ υἱοῦ αὐτοῦ, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων πορευθῆναι εἰς τὴν γῆν Χανάαν· καὶ ἦλθεν ἕως Χαρράν, καὶ κατῴκησεν ἐκεῖ. καὶ ἐγένοντο αἱ ἡμέραι Θάρα ἐν Χαρρὰν διακόσια πέντε ἔτη· καὶ ἀπέθανεν Θάρα ἐν Χαρράν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.