Echo Scripture

Genesis 10

Read in English (BSB) — Genesis 10

Αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν Νῶε, Σήμ, Χάμ, Ἰάφεθ· καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν. Υἱοὶ Ἰάφεθ· Γάμερ καὶ Μαγὼγ καὶ Μαδαὶ καὶ Ἰωυὰν καὶ Ἐλισὰ καὶ Θοβὲλ καὶ Μόσοχ καὶ Θειράς. καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ῥιφὰθ καὶ Θεργαμά. καὶ υἱοὶ Ἰωυάν· Ἐλισὰ καὶ Θαρσίς, Κήτιοι, Ῥόδιοι. ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν· ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. Υἱοὶ δὲ Χάμ· Χοὺς καὶ Μεσράιν, Φοὺδ καὶ Χανάαν. υἱοὶ δὲ Χούς· Σαβὰ καὶ Εὑιλὰ καὶ Σαβαθὰ καὶ Ῥεγχμὰ καὶ Σαβακαθά. υἱοὶ δὲ Ῥεγχμά· Σαβὰ καὶ Δαδάν. Χοὺς δὲ ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ θεοῦ· διὰ τοῦτο ἐροῦσιν Ὡς Νεβρὼδ γίγας κυνηγὸς ἐναντίον Κυρίου. καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Ὄρεχ καὶ Ἀρχὰδ καὶ Χαλαννὴ ἐν τῇ γῇ Σενναάρ. ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν Ἀσσούρ· καὶ ᾠκοδόμησεν τὴν Νινευὴ καὶ την Ῥοωβὼς πόλιν καὶ Χάλαχ, καὶ τὴν Δάσεμ, ἀνὰ μέσον Νινευὴ καὶ ἀνὰ μέσον Χάλαχ· αὕτη ἡ πόλις ἡ μεγάλη. ⸆ καὶ Μεσράιν ἐγέννησεν τοὺς Λουδιεὶμ καὶ τοὺς Νεφθαλιεὶμ καὶ τοὺς Αἰνεμετιεὶμ καὶ τοὺς Λαβιεὶμ καὶ τοὺς Πατροσωνιεὶμ καὶ τοὺς Χασμωνιείμ, ὅθεν ἐξῆλθεν ἐκεῖθεν Φυλιστιείμ, καὶ τοὺς Χαφθοριείμ. Χανάαν δὲ ἐγέννησεν τὸν Σιδῶνα πρωτότοκον, καὶ τὸν Χετταῖον καὶ τὸν Ἰεβουσαῖον καὶ τὸν Ἀμορραῖον καὶ τὸν Γεργεσαῖον καὶ τὸν Εὑαῖον καὶ τὸν Ἀρουκαῖον καὶ τὸν Ἁσενναῖον καὶ τὸν Ἀράδιον καὶ τὸν Σαμαραῖον καὶ τὸν Ἁμαθί. καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν Χαναναίων. καὶ ἐγένοντο τὰ ὅρια Χαναναίων ἀπὸ Σιδῶνος ἕως ἐλθεῖν εἰς Γέραρα καὶ Γάζαν, ἕως ἐλθεῖν ἕως Σοδόμων καὶ Γομόρρας, Ἀδαμὰ καὶ Σεβωὶμ ἕως Δασά. οὗτοι υἱοὶ Χὰμ ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. Καὶ τῷ Σὴμ ἐγενήθη καὶ αὐτῷ, πατρὶ πάντων τῶν υἱῶν Ἔβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος. υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξὰδ καὶ Λοὺδ καὶ Ἀράμ. καὶ υἱοὶ Ἀράμ· Ὢς καὶ Οὓλ καὶ Γάθερ καὶ Μόσοχ. καὶ Ἀρφαξὰδ ἐγέννησεν τὸν Καινάμ, καὶ Καινὰμ ἐγέννησεν τὸν Σάλα, Σάλα δὲ ἐγέννησεν τὸν Ἔβερ. καί τῷ Ἔβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φάλεκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ, καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰεκτάν. Ἰεκτάν δὲ ἐγέννησεν τὸν Ἐλμωδὰδ καὶ τὸν Σάλεφ καὶ τὸν Ἁσαρμὼθ καὶ Ἰάραδ καὶ Ὁδορρὰ καὶ Αἰζὴλ καὶ Δεκλὰ καὶ Ἀβιμεὴλ καὶ Σαβεῦ καὶ Οὐφεὶρ καὶ Εὑειλὰ καὶ Ἰωβάβ. πάντες οὗτοι υἱοὶ Ἰεκτάν. καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ Μασσηὲ ἕως ἐλθεῖν εἰς Σωφήρα, ὄρος ἀνατολῶν. οὗτοι οἱ υἱοὶ Σὴμ ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ γλώσσας αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν. Αὗται αἱ φυλαὶ υἱῶν Νῶε κατὰ γενέσεις αὐτῶν, κατὰ τὰ ἔθνη αὐτῶν· ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.