Echo Scripture

Ezra 5

Read in English (BSB) — Ezra 5

Καὶ ἐπροφήτευσεν Ἁγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδᾳ καὶ Ἰερουσαλὴμ ἐν ὀνόματι θεοῦ Ἰσραὴλ ἐπ᾽ αὐτούς. τότε ἀνέστησαν Ζοροβαβὲλ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ υἱὸς Ἰωσεδὲκ καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ τὸν ἐν Ἰερουσαλήμ, καὶ μετ᾽ αὐτῶν οἱ προφῆται τοῦ θεοῦ βοηθοῦντες αὐτοῖς. ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπ᾽ αὐτοὺς Θαναναὶ ἔπαρχος πέραν τοῦ ποταμοῦ καὶ Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοῖα εἶπαν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι; τότε ταῦτα εἴποσαν αὐτοῖς Τίνα ἐστὶν τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην; καὶ οἱ ὀφθαλμοὶ τοῦ θεοῦ ἐπὶ τὴν αἰχμάλωσιν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπενέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τοῦ αὐτοῦ. διασάφησις ἐπιστολῆς ἧς ἀπέστειλεν Θανθανᾶς ἔπαρχος τοῦ πέραν καὶ Σαθαρβουζανὰ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσακκαῖοι ἐν τῷ πέραν τοῦ ποταμοῦ Δαρείῳ τῷ βασιλεῖ· ῥῆσιν ἀπέστειλαν πρὸς αὐτόν, καὶ τάδε γέγραπται ἐν αὐτῷ Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα. γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν. τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς Τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὴν χορηγίαν ταύτην καὶ καταρτίσασθαι; καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν. καὶ τοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἡμεῖς ἐσμεν δοῦλοι τοῦ θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν οἰκοδομημένος πρὸ τούτου ἔτη πολλά, καὶ βασιλεύς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς. ἀφ᾽ ὅτε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος, καὶ τὸν οἶκον ἔλυσεν τοῦτον, καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα. ἀλλ᾽ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως Κῦρος βασιλεὺς ἔθηκεν γνώμην τὸν οἶκον τοῦ θεοῦ τοῦτον οἰκοδομηθῆνθαι. καὶ τὰ σκεύη τοῦ θεοῦ τά ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ Ναβουχοδονοσὸρ ἐξήνεγκεν ἀπὸ οἴκου τοῦ ἐν Ἰερουσαὴμ καὶ ἀπήνεγκεν αὐτὰ εἰς ναὸν τοῦ βασιλέως, καὶ ἔδωκεν τῷ Βαγασὰρ τῷ θησαυροφύλακι τῷ ἐπὶ τοῦ θησαυροῦ, καὶ εἶπεν αὐτῷ Πάντα τὰ σκεύη λάβε· πορεύου, θὲς αὐτὰ ἐν οἴκῳ τῷ ἐν Ἰερουσαλὴμ εἰς τὸν ἑαυτῶν τόπον. τότε Σαρβαγὰρ ἐκεῖνος ἦλθεν καὶ ἔδωκεν θεμελίους τοῦ οἴκου τοῦ θεοῦ τοῦ εἰς Ἰερουσαλήμ· καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη. καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν, ἐπισκεπήτω ἐν οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως κύρου ἐγένετο γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ θεοῦ ἐκεῖνον τὸν ἐν Ἰερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου πεμψάτω πρὸς ἡμᾶς.

Tap any verse to see what it echoes — and start a chain or echo from it.