Καὶ ἤκουσαν οἱ θλίβοντες Ἰουδὰ καὶ Βενιαμὶν ὅτι οἱ υἱοὶ τῆς ἀποικίας οἰκοδομοῦσιν οἶκον τῷ κυρίῳ θεῷ Ἰσραήλ· καὶ ἤγγισαν πρὸς Ζοροβαβὲλ καὶ πρὸς τοὺς ἄρχοντας τῶν πατριῶν, καὶ εἶπαν αὐτοῖς Οἰκοδομήσομεν μεθ᾽ ὑμῶν, ὅτι ὡς ὑμεῖς ἐκζητοῦμεν τῷ θεῷ ἡμῶν, καὶ αὐτῷ ἡμεῖς θυσιάζομεν ἀπὸ ἡμερῶν Ἀσαρεαθὼν βασιλέως Ἀσσοὺρ τοῦ ἐνέγκαντος ἡμᾶς ὧδε. καὶ εἶπεν πρὸς αὐτοὺς Ζοροβαβὲλ καὶ Ἰησοῦς καὶ οἱ κατάλοιποι τῶν ἀρχόντων τῶν πατριῶν τοῦ Ἰσραήλ Οὐχ ἡμῖν καὶ ὑμῖν τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ ἡμῶν, ὅτι ἡμεῖς ἐπὶ τὸ αὐτὸ οἰκοδομήσομεν τῷ κυρίῳ θεῷ ἡμῶν, ὡς ἐνετείλατο ἡμῖν Κῦρος βασιλεὺς Περσῶν. καὶ ἦν ὁ λαὸς τῆς γῆς ἐκλύων χεῖρας λαοῦ Ἰούδα, καὶ ἐνεπόδιζον αὐτοὺς οἰκοδομεῖν, καὶ μισθούμενοι ἐπ᾽ αὐτοὺς βουλόμενοι διασκεδάσαι βουλὴν αὐτῶν, πάσας τὰς ἡμέρας Κύρου βασιλέως Περσῶν καὶ ἕως βασιλείας Δαρείου βασιλέως Περσῶν. καὶ ἐν βασιλείᾳ Ἀσθηροὺ ἐν ἀρχῇ βασιλείας αὐτοῦ ἔγραψεν ἐπὶ οἰκοῦντας Ἰουδὰ καὶ Ἰερουσαλήμ. καὶ ἐν ἡμέραις Ἀσαρθαθὰ ἔγραψεν ἐν εἰρήνῃ Μιθραδάτῃ Ταβεὴλ καὶ τοῖς λοιποῖς συνδούλοις· πρὸς βασιλέα Περσῶν ἔγραψεν ὁ φορολόγος γραφὴν Συριστὶ καὶ ἑρμηνευμένην. Ῥαοὺλ βαδαταμὲν καὶ Σαμασὰ ὁ γραμματεὺς ἔγραψαν ἐπιστολὴν μίαν κατὰ Ἰερουσαλὴμ τῷ Ἀρσαρθὰ βασιλεῖ. τάδε ἔκρινεν Ῥαοὺμ βάαλ καὶ Σαμεὲ ὁ γραμματεὺς καὶ οἱ κατάλοιποι σύνδουλοι ἡμῶν, Δειναῖοι, Φαρεσθαχαῖοι, Ταραφαλλαῖοι, Ἀφρασαῖοι, Ἀρχοῦοι, Βαβυλώνιοι, Σουσυναχαῖοι οἳ εἰσὶν Ἠλαμαῖοι, καὶ οἱ κατάλοιποι ἐθνῶν ὧν ἀπῴκισεν Ἀσενναφὰρ ὁ μέγας καὶ ὁ τίμιος καὶ κατῴκισεν αὐτούς ἐν πόλεσιν τῆς Σωμωρὼν καὶ τὸ κατάλοιπον πέραν τοῦ ποταμοῦ. αὕτη ἡ διαταγὴ τῆς ἐπιστολῆς ἧς ἀπέστειλαν πρὸς αὐτόν Πρὸς Ἀρσαρθὰ βασιλέα παῖδές σου ἄνδρες πέραν τοῦ ποταμοῦ. γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι οἱ Ἰουδαῖοι ἀναβάντες ἀπὸ Κύρου ἐφ᾽ ἡμᾶς ἤλθοσαν εἰς Ἰερουσαλημ· τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν, καὶ τὰ τείχη αὐτῆς κατηρτισμένοι εἰσίν, καὶ θεμελίους αὐτῆς ἀνύψωσαν. νῦν οὖν γνωστὸν ἔστω τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῶσιν, φόροι οὐκ ἔσονταί σοι οὐδὲ δώσουσιν· καὶ τοῦτο βασιλεῖς κακοποιεῖ. καὶ ἀσχημοσύνην βασιλέως οὐκ ἔξεστιν ἡμῖν ἰδεῖν· διὰ τοῦτο ἐπέμψαμεν καὶ ἐγνωρίσαμεν τῷ βασιλεῖ, ἵνα ἐπισκέψηται ἐν βιβλίῳ ὑπομνηματισμοῦ τῶν πατέρων σου, καὶ εὑρήσεις καὶ γνώσῃ ὅτι ἡ πόλις ἐκείνη πόλις ἀποστάτις, καὶ κακοποιοῦσα βασιλεῖς καὶ χώρας, καὶ φυγαδεῖα δούλων ἐν μέσῳ αὐτῆς ἀπὸ ἡμερῶν αἰῶνος· διὰ ταῦτα ἡ πόλις αὕτη ἠρημώθη. γνωρίζομεν ἡμεῖς τῷ βασιλεῖ ὅτι ἐὰν ἡ πόλις ἐκείνη οἰκοδομηθῇ καὶ τὰ τείχη αὐτῆς καταρτισθῇ, οὐκ ἔστιν σοι εἰρήνη. καὶ ἀπέστειλεν ὁ βασιλεὺς πρὸς Ῥαοὺμ βαλγὰμ καὶ Σαμεαὶς γραμματεία καὶ τοὺς καταλοίπους συνδούλους αὐτῶν τοὺς οἰκοῦντας ἐν Σαμαρείᾳ καὶ τοὺς καταλοίπους πέραν τοῦ ποταμοῦ εἰρήνην, καί φασιν Ὁ φορολόγος ὃν ἀπεστείλατε πρὸς ἡμᾶς ἐκλήθη ἔμπροσθεν ἐμοῦ. καὶ παρ᾽ ἐμοῦ ἐτέθη γνώμη καὶ ἐπεσκεψάμεθα, καὶ εὓραμεν ὅτι ἡ πόλις ἐκείνη ἀφ᾽ ἡμερῶν αἰῶνος ἐπὶ βασιλεῖς ἐπαίρεται, καὶ ἀποστάσεις καὶ φυγαδεῖα γίνονται ἐν αὐτῇ· καὶ βασιλεῖς ἰσχυροὶ γίνονται ἐπὶ Ἰερουαλήμ, καὶ ἐπικρατοῦντες ὅλης τῆς ἑσπέρας τοῦ ποταμοῦ, καὶ φόροι πλήρεις καὶ μέρος δίδοται αὐτοῖς. νῦν θέτε γνώμην καταργῆσαι τοὺς ἄνδρας ἐκείνους, καὶ ἡ πόλις ἐκείνη οὐκ οἰκοδομηθήσεται ἔτι ἀπὸ τῆς γνώμης. πεφυλαγμένοι ἦτε ἄνεσιν ποιῆσαι περὶ τούτου, μή ποτε πληθυνθῇ ἀφανισμὸς εἰς κακοποίησιν βασιλεῦσιν. τότε ὁ φορολόγος τοῦ Ἀρσαρθὰ βασιλέως ἀνέγνω ἐνώπιον Ῥαοὺμ καὶ Σαμεσὰ γραμματέως συνδούλων αὐτῶν· καὶ ἐπορεύθησαν ἐν σπουδῇ εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδᾳ, καὶ κατήργησαν αὐτοὺς ἐν ἵπποις καὶ δυνάμει. τότε ἤργησεν τὸ ἔργον οἴκου τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ, καὶ ἦν ἀργῶν ἕως ἔτους δευτέρου Δαρείου τοῦ βασιλέως Περσῶν.
Tap any verse to see what it echoes — and start a chain or echo from it.