Echo Scripture

Ezra 2

Read in English (BSB) — Ezra 2

Καὶ οὗτοι υἱοὶ τῆς χώρας οἱ ἀναβαίνοντες ἐκ τῆς αἰχμαλωσίας τῆς ἀποικίας ἧς ἀποίκισεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος εἰς Βαβυλῶνα, καὶ ἐπέστρεψεν εἰς Ἰερουσαλὴμ καὶ Ἰουδὰ ἀνὴρ εἰς πόλιν αὐτοῦ· οἳ ἦλθον μετὰ Ζοροβαβέλ, Ἰησοῦς, Νεέμιος, Ἀραίας, Ῥεελειά, Μαραθχαῖος, Βασφάμ, Μαλσάρ, Βατουσί, Βαλλειά. ἀνδρῶν ἀριθμὸς Ἰσραήλ· υἱοὶ Φαρές, δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο· καὶ υἱοὶ Ἀσάφ, τετρακόσιοι ἑβδομήκοντα δύο· υἱοὶ Ἠρά, ἑπτακόσιοι ἑβδομήκοντα πέντε· υἱοὶ Φαλαβμωάβ, τοῖς υἱοῖς Ἰησοῦε Ἰωβάβ, δισχίλιοι ὀκτακόσιοι δέκα δύο· υἱοὶ Μαλάμ, χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ζαθουά, ἐννακόσιοι τεσσεράκοντα πέντε· υἱοὶ Ζακχού, ἑπτακόσιοι ἑξήκοντα· υἱοὶ Βανού, ἑξακόσιοι τεσσεράκοντα δύο· υἱοὶ Βαβεί, ἑξακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ἀσγάδ, τρισχίλιοι διακόσιοι εἴκοσι δύο· υἱοὶ Ἀδωνικάν, ἑξακόσιοι ἑξήκοντα ἕξ· υἱοὶ Βαογεὶ, δισχίλιοι πεντήκοντα ἕξ· υἱοὶ Ἀδίν, τετρακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ἀτὴρ τῷ Ἑζεκίᾳ, ἐνενήκοντα δύο· υἱοὶ Βασού, τριακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Οὐρά, ἑκατὸν δέκα δύο· υἱοὶ Ἁσέμ, διακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ταβέρ, ἐνενήκοντα πέντε· υἱοὶ Βαρθαλέεμ, ἑκατὸν εἴκοσι τρεῖς· υἱοὶ Νετωφά, πεντήκοντα ἕξ· υἱοὶ Ἀναθώθ, ἑκατὸν εἴκοσι ὀκτώ· υἱοὶ Ἀσμώθ, τεσσεράκοντα δύο· υἱοὶ Καριωθιαρόμ, Καφειρὰ καὶ Βηρώθ, ἑπτακόσιοι τεσσεράκοντα τρεῖς· υἱοὶ Ἁρὰμ καὶ Γάβαα, ἑξακόσιοι εἴκοσι εἷς· ἄνδρες Μαχμάς, ἑκατὸν εἴκοσι δύο· ἄνδρες Γαιθὴλ καὶ Ἀιά, διακόσιοι εἴκοσι τρεῖς· υἱοὶ Ναβού, πεντήκοντα δύο· υἱοὶ Μαγεβώς, ἑκατὸν πεντήκοντα ἕξ· υἱοὶ Ἠλαμάρ, δισχίλιοι διακόσιοι πεντήκοντα τέσσαρες· υἱοὶ Ἡράμ, τριακόσιοι εἴκοσι· υἱοὶ Λόδ, Ἁρὼθ καὶ Ὠνών, ἑξακόσιοι εἴκοσι πέντε· υἱοὶ Ἰερειά, τριακόσιοι τεσσεράκοντα πέντε· υἱοὶ Σαανά, τρισχίλιοι ἑξακόσιοι τριάκοντα. καὶ οἱ ἱερεῖς υἱοὶ Ἰεουδὰ τῷ οἴκῳ Ἰησοῖ, ἐννακόσιοι ἑβδομήκοντα τρεῖς· υἱοὶ Ἐμμήρ, α πεντήκοντα δύο· υἱοὶ Φασσούρ, α διακόσιοι τεσσεράκοντα ἑπτά· καὶ οἱ Λευεῖται· υἱοὶ Ἰησοῦε καὶ Καδμιὴλ τοῖς υἱοῖς Σοδουιά, ἑβδομήκοντα τέσσαρες· οἱ ᾄδοντες υἱοὶ Ἀσάφ, ἑκατὸν τεσσεράκοντα ὀκτώ· υἱοὶ τῶν πυλῶν υἱοὶ Σαλούμ, υἱοὶ Ἀτήρ, υἱοὶ Τελμών, υἱοὶ Ἀκούμ, υἱοὶ Ἁτητά, υἱοὶ Ἀβαού, οἱ πάντες ἑκατὸν τριάκοντα ἐννέα. οἱ Ναθεινίμ· υἱοὶ Σουθιά, υἱοὶ Ἁσουφέ, υἱοὶ Ταβώθ, υἱοὶ Καδής, υἱοὶ Σωήλ, υἱοὶ Φαδών, υἱοὶ Λαβανώ, υἱοὶ Ἁγαβά, υἱοὶ Ἀκαβώθ, υἱοὶ Ἁγάβ, υἱοὶ Σαμαάν, υἱοὶ Ἁνάν, υἱοὶ Κεδέδ, υἱοὶ Γάελ, υἱοὶ Ῥεήλ, υἱοὶ Ῥασών, υἱοὶ Νεχωδά, υἱοὶ Γαζέμ, υἱοὶ Οὐσά, υἱοὶ Φισόν, υἱοὶ Βασεί, υἱοὶ Ἀσενά, υἱοὶ Μανωεμείν, υἱοὶ Ναφεισών, υἱοὶ Βακκούκ, υἱοὶ Ἁφεικά, υἱοὶ Ἁρούρ, υἱοὶ Βασαδῶε, υἱοὶ Μαουδά, υἱοὶ Ἁρησά, υἱοὶ Βαρκούς, υἱοὶ Θέμα, υἱοὶ Νασούς, υἱοὶ Ἁτουφά, υἱοὶ Ἀβδησέλ, υἱοὶ Σατεί, υἱοὶ Ἁσεφῆραθ, υἱοὶ Φαδουρά, υἱοὶ Ἰεηλά, υἱοὶ Δαρκών, υἱοὶ Γεδηά, υἱοὶ Σαφατειά, υἱοὶ Ἁτειά, υἱοὶ Φασράθ, υἱοὶ Ἁσεβωείν, υἱοὶ Ἠμεί· πάντες οἱ Ναθεινὶν καὶ υἱοὶ Ἀσεδησελμὰ τοβ᾽. καὶ οὗτοι οἱ ἀναβάντες ἀπὸ Θερμέλεθ, Θααρησά, Χαρούς, Ἠδάν, Ἐμήρ· καὶ οὐκ ἠδυνάσθησαν ἀναγγεῖλαι οἶκον πατριᾶς αὐτῶν καὶ σπέρμα αὐτῶν εἰ ἐν Ἰσραὴλ εἰσίν· υἱοὶ Λαχεά, υἱοὶ Βουά, υἱοὶ Τωβειά, υἱοὶ Νεκωδά, ἑξακόσιοι πεντήκοντα δύο. καὶ ἀπὸ τῶν υἱῶν τῶν ἱερέων υἱοὶ Λαβειά, υἱοὶ Ἁκούς, υἱοὶ Ζαρβελθεί, ὅς ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλαεὶ τοῦ Γαλααδείτου γυναῖκα καὶ ἐκλήθη ἐν ὀνόματι αὐτῶν· οὗτοι ἐζήτησαν γραφὴν αὐτῶν οἱ μεθωεσείμ, καὶ οὐχ εὑρέθησαν, καὶ ἠγχιστεύθησαν ἀπὸ τῆς ἱερατείας. καὶ εἶπεν Ἁθερσαὰ αὐτοῖς τοῦ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγίου τῶν ἁγίων ἕως ἀναστῇ ἱερεὺς τοῖς φωτίζουσιν καὶ τοῖς τελείοις. Πᾶσα δὲ ἡ ἐκκλησία ὡσεὶ τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα, χωρὶς δούλων αὐτῶν παιδισκῶν, οὗτοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα τέσσαρες· καὶ οὗτοι ᾄδοντες καὶ ᾠδαὶ διακόσιοι. ἵπποι αὐτῶν ἑπτακόσιοι τριάκοντα καὶ ἡμίονοι αὐτῶν διακόσιοι τεσσεράκοντα πέντε· κάμηλοι αὐτῶν τετρακόσιοι τριάκοντα πέντε· ὄνοι αὐτῶν ἑπτακόσιοι εἴκοσι. Καὶ ἀπὸ ἀρχόντων πατριῶν ἐν τῷ ἐλθεῖν αὐτοὺς εἰς οἶκον Κυρίου τὸν ἐν Ἰερουσαλὴμ ἡκουσιάσαντο εἰς οἶκον τοῦ θεοῦ τοῦ στῆσαι αὐτὸν ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ· ὡς ἡ δύναμις αὐτῶν, ἔδωκαν εἰς θησαυρὸν τοῦ ἔργου χρυσίον καθαρόν· μναῖ ἓξ μυριάδες καὶ χίλιαι, καὶ ἀργυρίου μναῖ πεντακισχίλιαι, καὶ κοθωνοὶ τῶν ἱερέων ἑκατόν. καὶ ἐκάθισαν οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ ἀπὸ τοῦ λαοῦ καὶ οἱ ᾄδοντες καὶ οἱ πυλωροὶ καὶ οἱ Θανιεὶμ ἐν πόλεσιν αὐτῶν, καὶ πᾶς Ἰσραὴλ ἐν πόλεσιν αὐτῶν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.