Echo Scripture

Ezra 1

Read in English (BSB) — Ezra 1

ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι ἀπὸ στόματος Ἰερεμίου, ἐξήγειρεν τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καὶ γε ἐν γραπτῷ λέγων Οὕτως εἶπεν Κῦρος βασιλεὺς Περσῶν Πάσας τὰς βασιλείας ἔδωκέν μοι ὁ θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατό με ἐπ᾽ ἐμὲ οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν Ἰούδᾳ. τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἰερουσαλήμ. καὶ πᾶς ὁ καταλειπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήμψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ ἀποσκευῇ καὶ κτήνεσιν μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ θεοῦ τοῦ ἐν Ἰερουσαλήμ. καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῷ Ἰούδᾳ καὶ Βενιαμεὶν καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, πάντων ὧν ἐξήγειρεν ὁ θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον τὸν ἐν Ἰερουσαλήμ. καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ καὶ ἐν κτήνεσιν καὶ ἐν ξενίοις, παρὲξ τῶν ἑκουσίων. καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ σκεύη οἴκου, ἃ ἔλαβεν Ναβουχοδονοσὸρ ἀπὸ Ἰερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὰ Κῦρος βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου Τασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σαβανασὰρ ἄρχοντι τοῦ Ἰούδα. καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· Κυρίῳ χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ χίλιοι, παρηγμένα ἐννέα καὶ εἴκοσι, κεφφουρῆς χρυσοῖ τριάκοντα καὶ ἀργυροῖ ἕξ, καὶ σκεύη ἕτερα χίλια. πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια καὶ τετρακόσια, τὰ πάντα ἀναβαίνοντα ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἰερουσαλήμ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.