Echo Scripture

Deuteronomy 3

Read in English (BSB) — Deuteronomy 3

Καὶ στραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς Βασάν· καὶ ἐξῆλθεν Γὼγ βασιλεὺς Βασὰν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον εἰς Ἐδράειμ. καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ φοβηθῇς αὐτόν, ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ· καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας Σηὼν βασιλεῖ τῶν Ἀμορραίων, ὃς κατῴκει ἐν Ἑσεβών. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν, καὶ τὸν Ὢγ βασιλέα τῆς Βασὰν καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα. καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ᾽ αὐτῶν· ἑξήκοντα πόλεις, πάντα τὰ συνκυροῦντα περίχωρα Ἀργὸβ βασιλέως Ὢγ ἐν Βασάν· πᾶσαι πόλεις ὀχυραί, τείχη ὑψηλά, πύλαι καὶ μοχλοί· πλὴν τῶν πόλεων τῶν Φερεζαίων τῶν πολλῶν σφόδρα. ἐξωλεθρεύσαμεν αὐτοὺς ὥσπερ ἐποιήσαμεν τὸν Σηὼν βασιλέα Ἑσεβών, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς, καὶ τὰς γυναῖκας καὶ τὰ παιδία καὶ πάντα τὰ κτήνη· καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς. καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου ἀπὸ τοῦ χειμάρρου Ἀρνὼν καὶ ἕως Ἁερμών· οἱ Φοίνικες ἐπονομάζουσιν τὸ Ἁερμὼν Σανιώρ, καὶ ὁ Ἀμορραῖος ἐπωνόμασεν αὐτὸ Σανείρ· πᾶσαι πόλεις Μεισὼρ, καὶ πᾶσα Γαλαάδ, καὶ πᾶσα Βασὰν ἕως Ἐλχὰ καὶ Ἐδράειμ, πόλεις βασίλειαι τοῦ Ὢγ ἐν τῇ Βασάν· ὅτι πλὴν Ὢγ βασιλεὺς Βασὰν κατελείφθη ὑπὸ τῶν Ῥαφαείν. ἰδοὺ ἡ κλὶνη αὐτοῦ κλὶνη σιδηρᾶ, ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν Ἀμμών· ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος, ἐν πήχει ἀνδρός. καὶ τὴν γῆν ἐκείνην ἐπρονομεύσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ Ἀροήρ, ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου Ἀρνών, καὶ τὸ ἥμισυ ὄρους Γαλαάδ· καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ Ῥουβὴν καὶ τῷ Γάδ. καὶ τὸ κατάλοιπον τοῦ Γαλαὰδ καὶ πᾶσαν τὴν Βασάν, βασιλείαν Γώγ, ἔδωκα τῷ ἡμίσει φυλῆς Μανασσή, καὶ πᾶσαν περίχωρον Ἀργόβ, πᾶσαν γῆν Βασὰν ἐκείνην, γῆ Ῥαφαεὶν λογισθήσεται. καὶ Ἰαεὶρ υἱὸς Μανασσὴ ἔλαβεν πᾶσαν περίχωρον Ἀρβὸκ ἕως τῶν ὁρίων Γαρτασεὶ καὶ Ὁμαχαθεί· ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν Βασσεμὰθ Αὑὼθ Ἰαεὶρ ἕως τῆς ἡμέρας ταύτης. καὶ τῷ Μαχεὶρ ἔδωκα τὴν Γαλαάδ. καὶ τῷ Ῥουβὴν καὶ τῷ Γὰδ δέδωκα ἀπὸ τῆς Γαλαὰδ ἕως χειμάρρου Ἀρνών, καὶ ἕως τοῦ Ἰαβόκ· ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς Ἀμμάν· καὶ ἡ Ἀραβὰ καὶ ὁ Ἰορδάνης, ὅριον Μαχανάρεθ καὶ ἕως θαλάσσης Ἀραβά, θαλάσσης ἁλυκῆς, ὑπὸ Ἀσηδὼθ τὴν Φασγὰ ἀνατολῶν. Καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριος ὁ θεὸς ἡμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ· ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ, πᾶς δυνατός. πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν, οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν, κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν· ἕως ἂν καταπαύσῃ Κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς, καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ Ἰορδάνου, καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν. καὶ τῷ Ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν Κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ Βασιλεῦσι τούτοις· οὕτως ποιήσει Κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ᾽ ἃς σὺ διαβαίνεις ἐκεῖ· οὐ φοβηθήσῃ, ὅτι Κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμεῖ περὶ ὑμῶν. Καὶ ἐδεήθην ἐναντίον Κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων Κύριε ὁ θεός, σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν· τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς, ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου; διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ Ἰορδάνου, τὸ ὄρος τὸ ἀγαθὸν καὶ τὸν Ἀντιλίβανον. καὶ ὑπερεῖδεν Κύριος ἐμὲ ἕνεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέν μου· καὶ εἶπεν Κύριος πρὸς μέ Ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον. ἀνάβηθι ἐπὶ κορυφῇ Λελαξευμένου, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολάς, καὶ ἴδε τοῖς ὀφθαλμοῖς σου· ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον. καὶ ἔντειλαι Ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν, ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου, καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας. καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου Φογώρ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.