Καὶ ἐπιστραφέντες ἀπήραμεν εἰς τὴν ἔρημον, ὁδὸν θάλασσαν ἐρυθράν, ὃν τρόπον ἐλάλησεν Κύριος πρὸς μέ, καὶ ἐκυκλώσαμεν τὸ ὄρος τὸ Σηεὶρ ἡμέρας πολλάς. καὶ εἶπεν Κύριος πρὸς μέ Ἱκανούσθω ὑμῖν κυκλοῦν τὸ ὄρος τοῦτο, ἐπιστράφητε οὖν ἐπὶ βορρᾶν· καὶ τῷ λαῷ ἔντειλαι λέγων Ὑμεῖς παραπορεύεσθε διὰ τῶν ὁρίων τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἠσαύ, οἳ κατοικοῦσιν ἐν Σηείρ, καὶ φοβηθήσονται ὑμᾶς καὶ εὐλαβηθήσονται ὑμᾶς σφόδρα. μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ μὴ δῶ ὑμῖν ἀπὸ τῆς γῆς αὐτῶν οὐδὲ βῆμα ποδός, ὅτι ἐν κλήρῳ υἱοῖς Ἠσαὺ δέδωκα τὸ ὄρος τὸ Σηείρ. βρώματα ἀργυρίου ἀγοράσατε παρ᾽ αὐτῶν καὶ φάγεσθε, καὶ ὕδωρ μέτρῳ λήμψεσθε παρ᾽ αὐτῶν ἀργυρίου καὶ πίεσθε· ὁ γὰρ κύριος ὁ θεὸς ἡμῶν εὐλόγησέν σε ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. διάγνωθι πῶς διῆλθες τὴν ἔρημον τὴν μεγάλην καὶ τὴν φοβερὰν ἐκείνην· ἰδοὺ τεσσεράκοντα ἔτη Κύριος ὁ θεός σου μετὰ σοῦ, οὐκ ἐπεδεήθης ῥήματος. καὶ παρήλθομεν τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἠσαύ, τοὺς κατοικοῦντας ἐν Σηεὶρ παρὰ τὴν ὁδὸν τὴν Ἀραβὰ ἀπὸ Αἰλὼν καὶ ἀπὸ Γασιὼν Γάβερ· καὶ ἐπιστρέψαντες παρήλθομεν ἔρημον ὁδὸν Μωάβ. Καὶ εἶπεν Κύριος πρὸς μέ Μὴ ἐχθραίνετε τοῖς Μωαβείταις, καὶ μὴ συνάψητε πρὸς αὐτοὺς πόλεμον· οὐ γὰρ δῶ ἀπὸ τῆς γῆς αὐτῶν ὑμῖν ἐν κλήρῳ, τοῖς γὰρ υἱοῖς Λὼτ δέδωκα τὴν Σηεὶρ κληρονομεῖν. οἱ Ὀμμεὶν πρότεροι ἐνεκάθηντο ἐπ᾽ αὐτῆς, ἔθνος μέγα καὶ πολύ, καὶ ἰσχύοντες ὥσπερ οἱ Ἐνακείμ· Ῥαφαεὶν λογισθήσονται καὶ οὗτοι ὥσπερ οἱ Ἐνακείμ· καὶ οἱ Μωαβεῖται ἐπονομάζουσιν αὐτοὺς Ὀμμείν. καὶ ἐν Σηεὶρ ἐνεκάθητο ὁ Χορραῖος πρότερον, καὶ υἱοὶ Ἠσαὺ ἀπώλεσαν αὐτοὺς καὶ ἐξέτριψαν αὐτοὺς ἀπὸ προσώπου αὐτῶν, καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν· ὃν τρόπον ἐποίησεν Ἰσραὴλ τὴν γῆν τῆς κληρονομίας αὐτοῦ, ἣν δέδωκεν Κύριος αὐτοῖς. νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε ὑμεῖς, καὶ παραπορεύεσθε τὴν φάραγγα Ζάρετ. καὶ παρήλθομεν τὴν φάραγγα Ζάρετ, καὶ αἱ ἡμέραι ἃς παρεπορεύθημεν ἀπὸ Καδὴς Βαρνὴ ἕως οὗ παρήλθομεν τὴν φάραγγα Ζάρετ τριάκοντα καὶ ὀκτὼ ἔτη, ἕως οὗ διέπεσεν πᾶσα γενεὰ ἀνδρῶν πολεμιστῶν ἀποθνήσκοντες ἐκ τῆς παρεμβολῆς, καθότι ὤμοσεν αὐτοῖς ὁ θεός· καὶ ἡ χεὶρ τοῦ θεοῦ ἦν ἐπ᾽ αὐτοῖς ἐξαναλῶσαι αὐτοὺς ἐκ μέσου τῆς παρεμβολῆς, ἕως οὗ διέπεσαν. Καὶ ἐγενήθη ἐπεὶ διέπεσαν πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ ἀποθνήσκοντες ἐκ μέσου τοῦ λαοῦ, καὶ ἐλάλησεν Κύριος πρὸς μὲ λέγων Σὺ παραπορεύσῃ σήμερον τὰ ὅρια Μωὰβ τὴν Σηείρ, καὶ προσάξετε ἐγγὺς υἱῶν Ἀμμάν· μὴ ἐχθραίνετε αὐτοῖς καὶ μὴ συνάψητε αὐτοῖς εἰς πόλεμον, οὐ γὰρ μὴ δῶ ἀπὸ τῆς γῆς υἱῶν Ἀμμάν σοι ἐν κλήρῳ, ὅτι τοῖς υἱοῖς Λὼτ δέδωκα αὐτὴν ἐν κλήρῳ. γῆ Ῥαφαεὶν λογισθήσεται, καὶ γὰρ ἐπ᾽ αὐτῆς κατῴκουν οἱ Ῥαφαεὶν τὸ πρότερον, καὶ οἱ Ἀμμανεῖται ὀνομάζουσιν αὐτοὺς Ζοχομείν, ἔθνος μέγα καὶ πολὺ καὶ δυνατώτερον ὑμῶν ὥσπερ οἱ Ἐνακείμ· καὶ ἀπώλεσεν αὐτοὺς Κύριος πρὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· ὥσπερ ἐποίησαν τοῖς υἱοῖς Ἠσαὺ τοῖς κατοικοῦσιν ἐν Σηείρ, ὃν τρόπον ἐξέτριψαν τὸν Χορραῖον ἀπὸ προσώπου αὐτῶν, καὶ κατεκληρονόμησαν καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν ἕως τῆς ἡμέρας ταύτης· καὶ οἱ Εὐαῖοι οἱ κατοικοῦντες ἐν Ἁσηδὼθ ἕως Γάζης, καὶ οἱ Καππάδοκες οἱ ἐξελθόντες ἐκ Καππαδοκίας ἐξέτριψαν αὐτοὺς καὶ κατῳκίσθησαν ἀντ᾽ αὐτῶν. νῦν οὖν ἀνάστητε καὶ ἀπάρατε, καὶ παρέλθατε ὑμεῖς τὴν φάραγγα Ἀρνών· ἰδοὺ παραδέδωκα εἰς χεῖράς σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἐνάρχου κληρονομεῖν, σύναπτε πρὸς αὐτὸν πόλεμον. ἐν τῇ ἡμέρᾳ ταύτῃ ἐνάρχου δοῦναι τὸν τρόμον σου καὶ τὸν φόβον σου ἐπὶ πρόσωπον πάντων τῶν ἐθνῶν τῶν ὑποκάτω τοῦ οὐρανοῦ, οἵτινες ἀκούσαντες τὸ ὄνομά σου ταραχθήσονται, καὶ ὠδῖνες ἕξουσιν ἀπὸ προσώπου σου. Καὶ ἀπέστειλα πρέσβεις ἐκ τῆς ἐρήμου Κεδαμὼθ πρὸς Σηὼν βασιλέα Ἑσεβὼν λόγοις εἰρηνικοῖς λέγων Παρελεύσομαι διὰ τῆς γῆς σου· ἐν τῇ ὁδῷ παρελεύσομαι, οὐχὶ ἐκκλινῶ δεξιὰ οὐδὲ ἀριστερά. βρώματα ἀργυρίου ἀποδώσῃ μοι καὶ φάγομαι, καὶ ὕδωρ ἀργυρίου ἀποδώσῃ μοι καὶ πίομαι· πλὴν ὅτι παρελεύσομαι τοῖς ποσίν, καθὼς ἐποίησάν μοι οἱ υἱοὶ Ἠσαὺ οἱ κατοικοῦντες ἐν Σηεὶρ καὶ οἱ Μωαβεῖται οἱ κατοικοῦντες ἐν Ἀροήρ, ἕως παρέλθω τὸν Ἰορδάνην εἰς τὴν γῆν ἣν Κύριος ὁ θεὸς ἡμῶν δίδωσιν ἡμῖν. καὶ οὐκ ἠθέλησεν Σηὼν βασιλεὺς Ἑσεβὼν παρελθεῖν ἡμᾶς δι᾽ αὐτοῦ, ὅτι ἐσκλήρυνεν Κύριος ὁ θεὸς ἡμῶν τὸ πνεῦμα αὐτοῦ καὶ κατίσχυσεν τὴν καρδίαν αὐτοῦ, ἵνα παραδοθῇ εἰς τὰς χεῖράς σου ὡς ἐν τῇ ἡμέρᾳ ταύτῃ. καὶ εἶπεν Κύριος πρὸς μέ Ἰδοὺ ἦργμαι παραδοῦναι πρὸ προσώπου σου τὸν Σηὼν βασιλέα Ἑσεβὼν τὸν Ἀμορραῖον καὶ τὴν γῆν αὐτοῦ· ἔναρξαι κληρονομῆσαι τὴν γῆν αὐτοῦ. καὶ ἐξῆλθεν Σηὼν βασιλεὺς Ἑσεβὼν εἰς συνάντησιν ἡμῖν, αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ, εἰς πόλεμον Ἰάσσα. καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς ἡμῶν πρὸ προσώπου ἡμῶν, καὶ ἐπάταξεν αὐτὸν καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ· καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν· οὐ κατελίπομεν ζωγρείαν. πλὴν τὰ κτήνη ἐπρονομεύσαμεν καὶ τὰ σκῦλα τῶν πόλεων ἐλάβομεν, ἐξ Ἀροὴρ ἥ ἐστιν παρὰ τὸ χεῖλος χειμάρρου Ἀρνών, καὶ τὴν πόλιν τὴν οὖσαν ἐν τῇ φάραγγι, καὶ ἕως ὄρους τοῦ Γαλαάδ· οὐκ ἐγενήθη πόλις ἥτις διέφυγεν ἡμᾶς, τὰς πάσας παρέδωκεν Κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν. πλὴν ἐγγὺς υἱῶν Ἀμμὼν οὐ προσήλθομεν, πάντα τὰ συνκυροῦντα χειμάρρου Ἰαβὸκ καὶ τὰς πόλεις τὰς ἐν τῇ ὀρεινῇ, καθότι ἐνετείλατο Κύριος ὁ θεὸς ἡμῶν ἡμῖν.
Deuteronomy 2
Read in English (BSB) — Deuteronomy 2 →Tap any verse to see what it echoes — and start a chain or echo from it.