Καὶ Δαυεὶδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ῥοώς, καὶ ἰδοὺ Σειβὰ τὸ παιδάριον Μεμφιβόσθε εἰς ἀπαντὴν αὐτοῦ, καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σειβά Τί ταῦτά σοι; καὶ εἶπεν Σειβά Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἰερουσαλήμ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σειβά Ἰδοὺ σοὶ πάντα ὅσα ἐστὶν Μεμφιβόσθε. καὶ εἶπεν Σειβά Προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ. Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ ἕως Βουρείμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεεὶ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις τὸν Δαυεὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυείδ· καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. καὶ οὕτως ἔλεγεν Σεμεεὶ ἐν τῷ καταρᾶσθαι αὐτόν Ἔξελθε ἔξελθε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος. ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ᾽ αὐτοῦ, καὶ ἔδωκεν Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ. καὶ εἶπεν Ἀβεισὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυείδ· καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως; καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμεινεί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος· εἴ πως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πέρας τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων. καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ. Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ εἰσῆλθον εἰς Ἰερουσαλήμ, καὶ Ἀχειτόφελ μετ᾽ αὐτοῦ. καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυεὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Ζήτω ὁ βασιλεύς. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσεί Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετ᾽ αὐτοῦ καθήσομαι. καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιον σοῦ. καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχειτόφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλειπεν φυλάσσειν τὸν οἶκον, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ᾽ ὀφθαλμοὺς παντὸς Ἰσραήλ. καὶ ἡ βουλὴ Ἀχειτόφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τῷ Ἀχειτόφελ καί γε τῷ Δαυεὶδ καί γε τῷ Ἀβεσσαλώμ.
2 Samuel 16
Read in English (BSB) — 2 Samuel 16 →Tap any verse to see what it echoes — and start a chain or echo from it.