Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης· καὶ ἐγένετο πᾶς ἀνὴρ ᾧ ἐγένετο κρίσις ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν, καὶ ἐβόησεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ; καὶ εἶπεν Ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου. καὶ εἶπεν πρὸς αὐτὸν ὁ Ἀβεσσαλώμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι, καὶ ἀκούων οὐκ ἔστιν σου παρὰ τοῦ βασιλέως. καὶ εἶπεν Ἀβεσσαλώμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ, καὶ ἐπ᾽ ἐμὲ ἐλεύσεται πᾶς ἀνὴρ ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις καὶ δικαιώσω αὐτόν; καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ, καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτὸν. καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα, καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ. Καὶ ἐγένετο ἀπὸ τέλους τεσσεράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ Πορεύσομαι δὴ καὶ ἀποτίσω τὰς εὐχάς μου ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρών· ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με Κύριος εἰς Ἰερουσαλήμ, καὶ λατρεύσω τῷ κυρίῳ. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Βάδιζε εἰς εἰρήνην· καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών. καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε Βεβασίλευκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών. καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοί· καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα. καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ τῷ Ἀχειτόφελ τῷ Θεκωνεὶ σύμβουλον Δαυεὶδ ἐν πόλει αὐτοῦ εἰς Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν· καὶ ἐγένετο σύντριμμα ἰσχυρόν, καὶ ὁ λαὸς ὁ πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ. Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυεὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ. καὶ εἶπεν Δαυεὶδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾽ αὐτοῦ τοῖς ἐν Ἰερουσαλήμ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Ἀβεσσαλώμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς, καὶ ἐξώσῃ ἐφ᾽ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης. καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ, καὶ ἔστησαν ἐν οἴκῳ τῷ Μακράν. καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττεὶ καὶ πᾶς ὁ Φελετθεί, καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ, καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ· καὶ πᾶς ὁ Χερεθθεὶ καὶ πᾶς ὁ Φελεθθεὶ καὶ πάντες οἱ Γεθθαῖοι, οἱ ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν εἰς Γὲθ καὶ πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεὶ τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ᾽ ἡμῶν; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου. εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ᾽ ἡμῶν; καί γε μεταναστήσεις τὸν τόπον σου· ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ᾽ ἡμῶν τοῦ πορευθῆναι; καὶ ἐγὼ πορεύσομαι ἐφ᾽ οὗ ἂν ἐγὼ πορευθῶ· ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ, καὶ Κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν. καὶ ἀπεκρίθη Ἐθθεὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ Κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεθθεί Δεῦρο καὶ διάβαινε μετ᾽ ἐμοῦ· καὶ παρῆλθεν Σεθθεὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾽ αὐτοῦ. καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ· καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ τῶν κέδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρών· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. καὶ ἰδοὺ καὶ γε Σαδδὼκ καὶ πάντες οἱ Λευεῖται μετ᾽ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης Κυρίου ἀπὸ Βαιθάρ· καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Ἀβιαθάρ, ὡς ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδδώκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν· ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς Κυρίου, καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς· καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί, ἰδοὺ ἐγώ εἰμι, ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ. καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ ἱερεῖ Ἴδετε, σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ, καὶ Ἀχειμαίας ὁ υἱός σου καὶ Ἰωναθὰν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾽ ὑμῶν· ἴδετε, ἐγώ εἰμι στρατεύομαι ἐν ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾽ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι. καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἰερουσαλήμ, καὶ ἐκάθισεν ἐκεῖ. καὶ Δαυεὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος, καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος· καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ, καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες. καὶ ἀνηγγέλη Δαυεὶδ λέγοντες Καὶ Ἀχειτόφελ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ· καὶ εἶπεν Δαυείδ Διασκέδασον δὴ τὴν βουλὴν Ἀχειτόφελ, Κύριε ὁ θεός μου. καὶ ἦν Δαυεὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς, οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ· καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυείδ, διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. καὶ εἶπεν αὐτῷ Δαυείδ Ἐὰν μὲν διαβῇς μετ᾽ ἐμοῦ, καὶ ἔσῃ ἐπ᾽ ἐμὲ εἰς βάσταγμα. καὶ ἂν εἰς τὴν πόλιν ἐπιστρέψῃς, καὶ ἐρεῖς τῷ Ἀβεσσαλώμ Διεληλύθασιν οἱ ἀδελφοί σου, καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου· καὶ νῦν παῖς σού εἰμι, βασιλεῦ, ἔασόν με ζῆσαι· παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως, καὶ νῦν ἐγὼ δοῦλος σός· καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχειτόφελ. καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδὼκ καὶ Ἀβιαθὰρ οἱ ἱερεῖς· καὶ ἔσται πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως, καὶ ἀναγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιαθὰρ τοῖς ἱερεῦσιν. ἰδοὺ ἐκεῖ μετ᾽ αὐτῶν δύο υἱοὶ αὐτῶν, Ἀχειμάας υἱὸς τῷ Σαδὼκ καὶ Ἰωναθὰν υἱὸς τῷ Ἀβιαθάρ· καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρὸς μὲ πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε. καὶ εἰσῆλθεν Χουσεὶ ὁ ἑταῖρος Δαυεὶδ εἰς τὴν πόλιν, καὶ Ἀβεσσαλὼμ εἰσεπορεύετο εἰς Ἰερουσαλήμ.
2 Samuel 15
Read in English (BSB) — 2 Samuel 15 →Tap any verse to see what it echoes — and start a chain or echo from it.