Echo Scripture

2 Kings 25

Read in English (BSB) — 2 Kings 25

καὶ ἐγενήθη ἐν τῷ ἔτει τῷ ἐνάτῳ τῆς βασιλείας αὐτοῦ ἐν τῷ μηνὶ τῷ δεκάτῳ ἦλθεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος καὶ πᾶσα ἡ δύναμις αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ παρενέβαλεν ἐπ᾽ αὐτήν, καὶ ᾠκοδόμησεν ἐπ᾽ αὐτὴν περίτειχος κύκλῳ. καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ ἕως τοῦ ἑνδεκάτου ἔτους τοῦ βασιλέως Σεδεκίου, ἐνάτῃ τοῦ μηνός· καὶ ἐνίσχυσεν ὁ λιμὸς ἐν τῇ πόλει, καὶ οὐκ ἦσαν ἄρτοι τῷ λαῷ τῆς γῆς. καὶ ἐρράγη ἡ πόλις, καὶ πάντες οἱ ἄνδρες τοῦ πολέμου ἐξῆλθον νυκτὸς ὁδὸν πύλης τῆς ἀνὰ μέσον τῶν τειχέων, αὕτη ἥ ἐστιν τοῦ κήπου τοῦ βασιλέως, καὶ οἱ Χαλδαῖοι ἐπὶ τὴν πόλιν κύκλῳ. καὶ ἐπορεύθη ὁδὸν τὴν Ἀραβά, καὶ ἐδίωξεν ἡ δύναμις τῶν Χαλδαίων ὀπίσω τοῦ βασιλέως, καὶ κατέλαβον αὐτὸν ἐν ἀραβὼθ Ἰερειχώ, καὶ πᾶσα ἡ δύναμις αὐτοῦ διεσπάρη ἐπάνωθεν αὐτοῦ. καὶ συνέλαβον τὸν βασιλέα, καὶ ἤγαγον αὐτὸν πρὸς βασιλέα Βαβυλῶνος Ἰερδεβλάθαν· καὶ ἐλάλησεν μετ᾽ αὐτοῦ κρίσιν. καὶ τοὺς υἱοὺς Σεδεκίου ἔσφαξεν κατ᾽ ὀφθαλμοὺς αὐτοῦ, καὶ τοὺς ὀφθαλμοὺς Σεδεκίου ἐξετύφλωσεν· καὶ ἔδησεν αὐτὸν ἐν πέδαις καὶ ἤγαγεν εἰς Βαβυλῶνα. Καὶ ἐν τῷ μηνὶ τῷ πέμπτῳ, ἑβδόμῃ τοῦ μηνός, αὐτὸς ἐνιαυτὸς ἐννεακαιδέκατος τῷ Ναβουχοδονοσὸρ βασιλεῖ Βαβυλῶνος, ἦλθεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἑστὼς ἐνώπιον βασιλέως Βαβυλῶνος εἰς Ἰερουσαλήμ. καὶ ἐνέπρησεν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πάντας τοὺς οἴκους Ἰερουσαλήμ, καὶ πᾶν οἶκον ἐνέπρησεν ὁ ἀρχιμάγειρος. καὶ τὸ περισσὸν τοῦ λαοῦ τὸ καταλειφθὲν ἐν τῇ πόλει καὶ τοὺς ἐνπεπτωκότας οἳ ἐνέπεσον πρὸς βασιλέα Βαβυλῶνος καὶ τὸ λοιπὸν τοῦ στηρίγματος μετῆρεν Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος. καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς ταβείν. καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς ἐν οἴκῳ Κυρίου καὶ τοὺς μεχωνὼθ καὶ τὴν θάλασσαν τὴν χαλκῆν τὴν ἐν οἴκῳ Κυρίου συνέτριψαν οἱ Χαλδαῖοι, καὶ ἦραν τὸν χαλκὸν αὐτῶν εἰς Βαβυλῶνα. καὶ τοὺς λέβητας καὶ τὰ ἰαμεὶν καὶ τὰς φιάλας καὶ τὰς θυίσκας καὶ πάντα τὰ σκεύη τὰ χαλκᾶ ἐν οἷς λειτουργοῦσιν ἐν αὐτοῖς ἔλαβεν· καὶ τὰ πυρεῖα καὶ τὰς φιάλας τὰς χρυσᾶς καὶ τὰς ἀργυρᾶς ἔλαβεν ὁ ἀρχιμάγειρος, στύλους δύο, ἡ θάλασσα ἡ μία, καὶ τὰ μεχωνὼθ ἃ ἐποίησεν Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν. ὀκτὼ καὶ δέκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ᾽ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων σακαχαρθαὶ ἐπὶ τοῦ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ γαβαχά. καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν· καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὅς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς, καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πόλει· καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα. καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐθανάτωσεν αὐτοὺς ἐν Ῥεβλάθα ἐν γῇ Αἱμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν τῆς γῆς αὐτοῦ. καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς κατέιλπεν Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ᾽ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱὸν Σαφάν. Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν· καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰ υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θανέμαθ ὁ Νεφφαθιείτης καὶ Ὀζονίας υἱὸς τοῦ Ἀχαθεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν. καὶ ὤμοσεν Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν. καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν Μαναὴλ υἱὸς Ναθανίου υἱὸς Ἐλεισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ ἄνδρες μετ᾽ αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολίαν καὶ ἀπέθανεν, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἦσαν μετ᾽ αὐτοῦ εἰς Μασσηφάθ. καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου τῶν Χαλδαίων. Καὶ ἐγενήθη ἐν τῷ τριακοστῷ ἑβδόμῳ ἔτει τῆς ἀποικίας τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα, ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, ὕψωσεν Εὐειαλμαρωδὲκ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ἰωακεὶμ τοῦ βασιλέως Ἰούδα, καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ. καὶ ἐλάλησεν μετ᾽ αὐτοῦ ἀγαθά, καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ᾽ αὐτοῦ ἐν Βαβυλῶνι. καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. καὶ ἡ ἑστιατορεία αὐτοῦ ἑστιατορεία διὰ παντός· ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως, λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.