Echo Scripture

1 Chronicles 1

Read in English (BSB) — 1 Chronicles 1

ΑΔΑΜ, Σήθ, Ἐνώς, Καινάν, Μαλελεήλ, Ἰάρεδ, Ἑνώχ, Μαθθουσάλα, Λάμεχ, Νῶε. υἱοὶ Νῶε· Σήμ, Χάμ, Ἰάφεθ. Υἱοὶ Ἰάφεθ· Γάμερ, Μαγώγ, Μαδάιμ, Ἰωυάν, Ἐλεισά, Θοβέλ, Μόσοχ καὶ Θειράς. καὶ υἱοὶ Γάμερ· Ἀσχανὰζ καὶ Ἐρειφὰθ καὶ Θοργαμά. καὶ υἱοὶ Ἰωυάν· Ἐλεισὰ καὶ Θαρσείς, Κίτιοι καὶ Ῥόδιοι. Καὶ υἱοὶ Χάμ· Χοὺς καὶ Μεστράιμ, Φοὺδ καὶ Χανάαν. καὶ υἱοὶ Χούς· Σαβὰτ καὶ Εὑειλὰτ καὶ Σαβατὰ καὶ Ῥεγμὰ καὶ Σεβεκαθά. καὶ υἱοὶ Ῥεγμά· Σαβὰν καὶ Ἰουδαδάν. καὶ Χοὺς ἐγέννησεν τὸν Νεβρώδ· οὗτος ἤρξατο εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς. Υἱοὶ Σήμ· Αἰλὰμ καὶ Ἀσσοὺρ καὶ Ἀρφαξάδ, Σαλά, Ἔβερ, Φάλεχ, Ῥαγαύ, Σερούχ, Ναχώρ, Θάρα, Ἀβραάμ· υἱοὶ δὲ Ἀβραάμ· Ἰσαὰκ καὶ Ἰσμαήλ. αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ, Ναβαιὼθ καὶ Κηδάρ, Ναβδαιήλ, Μασσά, Μαμά, Ἰδουμά, Μανασσή, Χονδάν, Θαιμάν, Ἰεττούρ, Ναφές, Κέδμα· οὗτοι υἱοὶ Ἰσμαήλ. Καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἀβραάμ, καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράν, Ἰεξάν, Μαδιάμ, Μαδάμ, Σοβάκ, Σῶε· καὶ υἱοὶ Ἰεξὰν Δαιδὰν καὶ Σαβαί· καὶ υἱοὶ Μαδιὰμ Γαφὲρ καὶ Ὄφερ καὶ Ἑνὼχ καὶ Ἀβειδὰ καὶ Ἐλλαδά· πάντες οὗτοι υἱοὶ Χεττούρας. Καὶ ἐγέννησεν Ἀβραὰμ τὸν Ἰσαάκ. καὶ υἱοὶ Ἰσαάκ· Ἰακὼβ καὶ Ἠσαύ. Υἱοὶ Ἠσαύ· Ἐλειφὰς καὶ Ῥαγουὴλ καὶ Ἰεοὺλ καὶ Ἰεγλόμ, Κόρε. υἱοὶ Ἐλειφάς· Θαιμὰν καὶ Ὠμάρ, Σωφὰρ καὶ Γοωθὰμ καὶ Κενὲζ καὶ τῆς Θαμνὰ Ἀμαλήκ. καὶ υἱοὶ Ῥαγουήλ· Νάχες, Ζάρες, Σομὲ καὶ Ὀμοζέ. υἱοὶ Σηείρ· Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὠνάν. καὶ υἱοὶ Λωτάν· Χορρεὶ καὶ Αἱμὰν καὶ Αἰλὰθ καὶ Ναμνά. υἱοὶ Σωβάλ· Σωλάμ, Μαχάναμ, Γαιβήλ, Σὼβ καὶ Ὠνάν. υἱοὶ δὲ Σεβεγών· Ἀὶθ καὶ Σωνάν. υἱοὶ Σωνάν· Δαισών. υἱοὶ δὲ Δαισὼν· Ἑμερὼν καὶ Ἀσεβὼν καὶ Γεθρὰμ καὶ Χαρράν. καὶ υἱοὶ Ὦσαρ· Βαλαὰμ καὶ Ζουκὰμ καὶ Ὠνάν. υἱοὶ Δαισών· Ὢς καὶ Ἀρράν. Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βάλακ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δεννάβα. καὶ ἀπέθανεν Βάλακ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἰωαβὰβ υἱὸς Ζάρα ἐκ Βοσόρρας. καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁσὸμ ἐκ τῆς γῆς Θαιμανῶν. καὶ ἀπέθανεν Ἁσόμ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, ὁ πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθάιμ. καὶ ἀπέθανεν Ἁδάδ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Βαλαεννὼρ υἱὸς Ἀχοβώρ. καὶ ἀπέθανεν Βαλαεννὼρ υἱὸς Ἀχοβώρ, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἁδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φόγωρ. καὶ ἀπέθανεν Ἁδδά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαμαὰ ἐκ Μασέκκας· καὶ ἀπέθανεν Σαμαά, καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Σαοὺλ ἐκ Ῥοβὼθ τῆς παρὰ ποταμόν. καὶ ἀπέθανεν Σαούλ. καὶ ἦσαν ἡγεμόνες Ἐδώμ· ἡγεμὼν Θαιμάν, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέτ, ἡγεμὼν Ἐλειβαμᾶς, ἡγεμὼν Ἠλᾶς, ἡγεμὼν Φεινών, ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαζάρ, ἡγεμὼν Μεδιήλ, ἡγεμὼν Ζαφωείν· οὗτοι ἡγεμόνες Ἐδώμ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.