Echo Scripture

2 Chronicles 33

Read in English (BSB) — 2 Chronicles 33

Ὢν δέκα δύο ἐτῶν Μανασσῆς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ πεντήκοντα πέντε ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου, ἀπὸ πάντων τῶν βδελιγμάτων τῶν ἐθνῶν οὓς ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ. καὶ ἐπέστρεψεν καὶ ᾠκοδόμησεν τὰ ὑψηλὰ ἃ κατέσπασεν Ἑζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἔστησεν στήλαν τοῖν Βααλεὶμ καὶ ἐποίησεν ἄλση, καὶ προσεκύνησεν πάσῃ τῇ στρατείᾳ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς. καὶ ᾠκοδόμησεν θυσιαστήρια ἐν οἴκῳ Κυρίου οὗ εἶπεν Κύριος Ἐν Ἰερουσαλὴμ ἔσται τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. καὶ ᾠκοδόμησεν θυσιαστήρια τῇ πάσῃ στρατείᾳ τοῦ οὐρανοῦ ἐν ταῖς δυσὶν αὐλαῖς οἴκου Κυρίου. καὶ αὐτὸς διήγαγεν τὰ τέκνα αὐτοῦ ἐν πυρὶ ἐν γὲ βανὲ Ἑννόμ· καὶ ἐκληδονίζετο καὶ ἐφαρμακεύετο καὶ οἰωνίζετο, καὶ ἐποίησεν ἐνγαστριμύθους καὶ ἐπαοιδούς· ἐπλήθυνεν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐναντίον Κυρίου τοῦ παροργίσαι αὐτόν. καὶ ἔθηκεν τὸ γλυπτὸν τὸ χωνευτόν, εἰκόνα ἣν ἐποίησεν, ἐν οἴκῳ θεοῦ οὗ εἶπεν ὁ θεὸς πρὸς Δαυεὶδ καὶ Σαλωμὼν τὸν υἱὸν αὐτοῦ Ἐν τῷ οἴκῳ τούτῳ καὶ Ἰερουσαλήμ, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραήλ, θήσω τὸ ὄνομά μου εἰς τὸν αἰῶνα. καὶ οὐ προσθήσω σαλεῦσαι τὸν πόδα Ἰσραὴλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα τοῖς πατράσιν αὐτῶν, πλὴν ἐὰν φυλάσσωνται τοῦ ποιῆσαι πάντα ἃ ἐνετειλάμην αὐτοῖς κατὰ πάντα τὸν νόμον, τὰ προστάγματα καὶ τὰ κρίματα ἐν χειρὶ Μωυσῆ. καὶ ἐπλάνησεν Μανασσῆς τὸν Ἰούδαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ, τοῦ ποιῆσαι τὸ πονηρὸν ὑπὲρ πάντα τὰ ἔθνη ἃ ἐξῆρεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. καὶ ἐλάλησεν Κύριος ἐπὶ Μανασσὴ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ οὐκ ἐπήκουσεν. καὶ ἤγαγεν Κύριος ἐπ᾽ αὐτοὺς τοὺς ἄρχοντας τῆς δυνάμεως βασιλέως Ἀσσούρ, καὶ κατέλαβον τὸν Μανασσὴ ἐν δεσμοῖς καὶ ἔδησαν αὐτὸν ἐν πέδαις καὶ ἤγαγον εἰς Βαβυλῶνα. καὶ ὡς ἐθλίβη, ἐζήτησεν τὸ πρόσωπον τοῦ κυρίου θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου θεοῦ τῶν πατέρων αὐτοῦ· καὶ προσηύξατο πρὸς αὐτόν, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ ἐπήκουσεν τῆς βοῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἰερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ· καὶ ἔγνω Μανασσῆς ὅτι Κύριος αὐτός ἐστιν θεός. Καὶ ᾠκοδόμησεν μετὰ ταῦτα τεῖχος ἔξω τῆς πόλεως Δαυεὶδ ἀπὸ λιβὸς κατὰ Γιὸν ἐν τῷ χειμάρρῳ καὶ ἐκπορευομένων τὴν πύλην τὴν κυκλόθεν καὶ εἰς αὐτὸν Ὄπλα, καὶ ὕψωσεν σφόδρα· καὶ κατέστησεν ἄρχοντας τῆς δυνάμεως ἐν πάσαις ταῖς πόλεσιν ταῖς τειχήρεσιν ἐν Ἰούδᾳ. καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια ἃ ᾠκοδὸμησεν ἐν ὄρει οἴκου Κυρὶου καὶ ἐν Ἰερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως. καὶ κατώρθωσεν τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπ᾽ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν τῷ Ἰούδᾳ τοῦ δουλεύειν Κυρίῳ θεῷ Ἰσραήλ. πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν· πλὴν Κὺριος ὁ θεὸς αὐτῶν. καὶ τὰ λοιπὰ τῶν λὸγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λὸγοι τῶν ὁρώντων λαλούντων πρὸς αὐτὸν ἐπ᾽ ὀνόματι θεοῦ Ἰσραήλ, ἰδοὺ ἐπὶ λόγων προσευχῆς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ, καὶ οἱ τόποι ἐφ᾽ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων. καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντ᾽ αὐτοῦ Ἀμὼς υἱὸς αὐτοῦ. Ὢν εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ πονηρὸν ἐνὼπιον Κυρίου ὡς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ· καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ ἔθυεν Ἀμὼς καὶ ἐδούλευσεν αὐτοῖς. καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου ὡς ἐταπεινώθη Μανασσὴ ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς Ἀμὼς ἐπλήθυνεν πλημμέλειαν. καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ. καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Ἀμώς· καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.