Echo Scripture

2 Chronicles 32

Read in English (BSB) — 2 Chronicles 32

Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις, καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς. καὶ εἶδεν Ἑζεκίας ὅτι ἥκει Σενναχηρεὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἰερουσαλήμ. καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσεν αὐτῷ. καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων Μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ. καὶ κατίσχυσεν Ἑζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυείδ, καὶ κατεσκεύασεν ὅπλα πολλά. καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετ᾽ αὐτοῦ· ὅτι μεθ᾽ ἡμῶν πλείονες ἢ μετ᾽ αὐτοῦ. μετ᾽ αὐτοῦ βραχίονες σάρκινοι, μεθ᾽ ἡμῶν δὲ Κύριος ὁ θεὸς ἡμῶν, τοῦ σώζειν καὶ τοῦ πολεμεῖν τὸν πόλεμον ἡμῶν. καὶ κατεθάρσησεν ὁ λαὸς ἐπὶ τοῖς λόγοις Ἑζεκίου βασιλέως Ἰούδα. Καὶ μετὰ ταῦτα ἀπέστειλεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων τοὺς παῖδας αὐτοῦ ἐπὶ Ἰερουσαλήμ, καὶ αὐτὸς ἐπὶ Λαχεὶς καὶ πᾶσα ἡ στρατεία μετ᾽ αὐτοῦ, καὶ ἀπέστειλεν πρὸς Ἑζεκίαν βασιλέα Ἰούδα καὶ πρὸς πάντα Ἰουδὰ τὸν ἐν Ἰερουσαλὴμ λέγων Οὕτως λέγει ὁ βασιλεὺς Ἀσσυρίων Ἐπὶ τί ὑμεῖς πεποίθατε; καθήσεσθε ἐν τῇ περιοχῇ ἐν Ἰερουσαλήμ; οὐχὶ Ἑζεκίας ἀπατᾷ ὑμᾶς τοῦ παραδοῦναι ὑμᾶς εἰς θάνατον καὶ εἰς λιμὸν καὶ εἰς δίψαν, λέγων Κύριος ὁ θεὸς ἡμῶν σώσει ὑμᾶς ἐκ χειρὸς βασιλέως Ἀσσούρ; οὗτός ἐστιν Ἑζεκίας ὃς περιεῖλεν τὰ θυσιατήρια αὐτοῦ καὶ τὰ ὑψηλὰ αὐτοῦ, καὶ εἶπεν τῷ Ἰούδᾳ καὶ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ λέγων Κατέναντι τοῦ θυσιαστηρίου τούτου προσκυνήσετε καὶ ἐπ᾽ αὐτῷ θυμιάσετε. οὐ γνώσεσθε ὅ τι ἐποίησα ἐγὼ καὶ οἱ πατέρες μου πᾶσι τοῖς λαοῖς τῶν χωρῶν; μὴ δυνάμενοι ἠδύναντο θεοὶ τῶν ἐθνῶν πάσης τῆς γῆς σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου; τίς ἐν πᾶσι τοῖς θεοῖς τῶν ἐθνῶν τούτων οὓς ἐξωλέθρευσαν οἱ πατέρες μου; μὴ ἠδύναντο σῶσαι τὸν λαὸν αὐτῶν ἐκ χειρός μου, ὅτι δυνήσεται ὁ θεὸς ὑμῶν σῶσαι ὑμᾶς ἐκ χειρός μου; νῦν μὴ ἀπατὰτω ὑμᾶς Ἑζεκίας, καὶ μὴ πεποιθέναι ὑμᾶς ποιείτω κατὰ ταῦτα, καὶ μὴ πιστεύετε αὐτῷ· ὅτι οὐ μὴ δύνηται ὁ θεὸς παντὸς ἔθνους καὶ βασιλείας τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ ἐκ χειρός μου καὶ ἐκ χειρὸς πατέρων μου, ὅτι ὁ θεὸς ὑμῶν οὐ μὴ σώσει ὑμᾶς ἐκ χειρός μου. καὶ ἔτι ἐλάλησαν παῖδες αὐτοῦ ἐπὶ Κύριον θεὸν καὶ ἐπὶ Ἑζεκίαν παῖδα αὐτοῦ. καὶ βιβλίον ἔγραψεν ὀνειδίζειν τὸν κύριον θεὸν Ἰσραήλ, καὶ εἶπεν περὶ αὐτοῦ λέγων Ὡς θεοὶ τῶν ἐθνῶν τῆς γῆς οὐκ ἐξείλαντο λαοὺς αὐτῶν ἐκ χειρός μου, οὕτως οὐ μὴ ἐξέληται ὁ θεὸς Ἑζεκίου λαὸν αὐτοῦ ἐκ χειρός μου. καὶ ἐβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ ἐπὶ λαὸν Ἰερουσαλὴμ τὸν ἐπὶ τοῦ τείχους τοῦ βοηθῆσαι αὐτοῖς καὶ κατασπάσαι, ὅπως προκαταλάβωνται τὴν πόλιν. καὶ ἐλάλησεν ἐπὶ θεὸν Ἰερουσαλὴμ καὶ ὡς καὶ ἐπὶ θεοὺς λαῶν τῆς γῆς, ἔργα χειρῶν ἀνθρώπων. καὶ προσηύξατο Ἑζεκίας ὁ βασιλεὺς καὶ Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης περὶ τούτων, καὶ ἐβόησεν εἰς τόν οὐρανόν. καὶ ἀπέστειλεν Κύριος ἄγγελον· ἐξέτριψεν πᾶν δυνατὸν καὶ πολεμιστὴν καὶ ἄρχοντα καὶ στρατηγὸν ἐν τῇ παρεμβολῇ βασιλέως Ἀσσούρ· καὶ ἀπέστρεψεν μετὰ αἰσχύνης προσώπου εἰς τὴν γῆν αὐτοῦ. καὶ ἦλθεν εἰς οἶκον θεοῦ αὐτοῦ, καὶ τῶν ἐξελθόντων ἐκ κοιλίας αὐτοῦ κατέβαλον αὐτὸν ἐν ῥομφαίᾳ. καὶ ἔσωσεν Κύριος Ἑζεκίαν καὶ τοὺς κατοικοῦντας ἐν Ἰερουσαλὴμ ἐκ χειρὸς Σενναχηρεὶμ βασιλέως Ἀσσοὺρ καὶ ἐκ χειρὸς πάντων, καὶ κατέπαυσεν αὐτοὺς κυκλόθεν. καὶ πολλοὶ ἔφερον δῶρα τῷ κυρίῳ εἰς Ἰερουσαλὴμ καὶ δόματα τῷ Ἑζεκίᾳ βασιλεῖ Ἰούδα, καὶ ὑπερήρθη κατ᾽ ὀφθαλμοὺς πάντων τῶν ἐθνῶν μετὰ ταῦτα. Ἐν ταῖς ἡμέραις ἐκείναις ἠρρώστησεν Ἑζεκίας ἕως θανάτου, καὶ προσηύξατο πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ, καὶ σημεῖον ἔδωκεν αὐτῷ. καὶ οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἔδωκεν αὐτῷ ἀπέδωκεν Ἑζεκίας, ἀλλὰ ὑψώθη ἡ καρδία αὐτοῦ· καὶ ἐγένετο ἐπ᾽ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰουδὰ καὶ Ἰερουσαλήμ. καὶ ἐταπεινώθη Ἑζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ, καὶ οἱ κατοικοῦντες Ἰερουσαλήμ, καὶ οὐκ ἐπῆλθεν ἐπ᾽ αὐτοὺς ὀργὴ θεοῦ ἐν ταῖς ἡμέραις Ἑζεκίου. καὶ ἐγένετο τῷ Ἑζεκίᾳ πλοῦτος καὶ δόξα πολλὴ σφόδρα· καὶ θησαυροὺς ἐποίησεν αὐτῷ ἀργυρίου καὶ χρυσίου καὶ τοῦ λίθου τοῦ τιμίου, καὶ εἰς τὰ ἀρώματα καὶ ὁπλοθήκας καὶ εἰς σκεύη ἐπιθυμητά, καὶ πόλεις εἰς τὰ γενήματα σίτου καὶ ἐλαίου καὶ οἴνου, καὶ φάτνας παντὸς κτήνους καὶ μάνδρας εἰς τὰ ποίμνια, καὶ πόλεις ἃς ᾠκοδόμησεν αὐτῷ καὶ ἀποσκευὴν προβάτων καὶ βοῶν εἰς πλῆθος, ὅτι ἔδωκεν αὐτῷ Κύριος ἀποσκευὴν πολλὴν σφόδρα. αὐτὸς Ἑζεκίας ἐνέφραξεν τὴν ἔξοδον τοῦ ὕδατος Σειὼν τὸ ἄνω, καὶ κατηύθυνεν αὐτὰ κάτω πρὸς λίβα τῆς πόλεως Δαυείδ· καὶ εὐοδώθη Ἑζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. καὶ οὕτως τοῖς πρεσβύταις τῶν ἀρχόντων ἀπὸ Βαβυλῶνος τοῖς ἀποσταλεῖσιν πρὸς αὐτὸν πυθέσθαι παρ᾽ αὐτοῦ τὸ τέρας ὃ ἐγένετο ἐπὶ τῆς γῆς, ἐγκατέλιπεν αὐτὸν Κύριος τοῦ πειράσαι αὐτόν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ. καὶ τὰ κατάλοιπα τῶν λόγων Ἑζεκίου καὶ τὸ ἔλεος αὐτοῦ, ἰδοὺ γέγραπται ἐν τῇ προφητείᾳ Ἠσαίου υἱοῦ Ἀμὼς τοῦ προφήτου καὶ ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ. καὶ ἐκοιμήθη Ἑζεκίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν ἀναβάσει τάφων υἱῶν Δαυείδ· καὶ δόξαν καὶ τιμὴν ἔδωκαν αὐτῷ ἐν τῷ θανάτῳ αὐτοῦ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· καὶ ἐβασίλευσεν Μανασσὴ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.