Echo Scripture

2 Chronicles 23

Read in English (BSB) — 2 Chronicles 23

Καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδᾶε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανὰν καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ καὶ τὸν Μασσαίαν υἱὸν Ἀζειὰ καὶ τὸν Ἐλεισαφὰν υἱὸν Ζαχαριά, μετ᾽ αὐτοῦ εἰς οἶκον. καὶ ἐκύκλωσαν τὸν Ἰούδαν, καὶ συνήγαγεν τοὺς Λευείτας ἐκ πασῶν τῶν πόλεων Ἰούδα καὶ ἄρχοντες πατριῶν τοῦ Ἰσραήλ, καὶ ἦλθον εἰς Ἰερουσαλήμ. καὶ διέθεντο πᾶσα ἐκκλησία Ἰούδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως· καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησεν Κύριος ἐπὶ τὸν οἶκον Δαυείδ. νῦν ὁ λόγος οὗτος ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευειτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων, καὶ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου. καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευειτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσιν· καὶ πᾶς ὁ λαὸς φυλασσέτω φυλακὰς Κυρίῳ. καὶ κυκλώσουσιν τὸν βασιλέα οἱ Λευεῖται κύκλῳ ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἶκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου. καὶ ἐποίησαν οἱ Λευεῖται καὶ πᾶς Ἰουδὰ κατὰ πάντα ὅσα ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεύς· καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπ᾽ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ἰωδᾶε τὰς ἐφημερίας. καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἦν τοῦ βασιλέως Δαυεὶδ ἐν οἴκῳ τοῦ θεοῦ. καὶ ἔστησεν πάντα τὸν λαόν, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ. καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπ᾽ αὐτὸν τὸ βασίλειον καὶ τὰ μαρτύρια· καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδᾶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεύς. καὶ ἤκουσεν Γοθολία τὴν φωνὴν τοῦ λαοῦ τρεχόντων καὶ ἐξομολογουμένων καὶ αἰνούντων τὸν βασιλέα, καὶ εἰσῆλθεν πρὸς τὸν βασιλέα εἰς οἶκον Κυρίου. καὶ εἶδεν, καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες, ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ οἱ ᾄδοντες ἐν τοῖς ὀργάνοις, ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον· καὶ διέρρηξεν Γοθολία τὴν στολὴν αὐτῆς, καὶ ἐβόησεν Ἐπιτιθέμενοι ἐπιτίθεσθε. καὶ ἐξῆλθεν Ἰωδᾶε ὁ ἱερεύς· καὶ ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς Ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου, καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ. Καὶ διέθετο Ἰωδᾶε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως, εἶναι λαὸν τῷ κυρίῳ. καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἴδωλα αὐτοῦ καὶ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα τῆς Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ. καὶ ἐνεχείρησεν Ἰωδᾶε ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευειτῶν, καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν λευειτῶν, ἃς διέστειλεν Δαυεὶδ ἐπὶ τὸν οἶκον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυείδ. καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πρᾶγμα. καὶ ἔλαβεν τοὺς πατριάρχας καὶ τοὺς δυνατοὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθεν διὰ τῆς πύλης τῆς ἐσωτέρας εἰς τὸν οἰκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τῆς βασιλείας. καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοθολιὰ ἐθανάτωσαν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.