Echo Scripture

2 Chronicles 22

Read in English (BSB) — 2 Chronicles 22

Καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ τὸν Ὀχοζείαν τὸν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ᾽ αὐτοῦ, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ᾽ αὐτούς, οἱ Ἄραβες οἱ Ἀλειμαζονεῖς· καὶ ἐβασίλευσεν Ὀχοζείας υἱὸς Ἰωρὰμ βασιλέως Ἰούδα. ὢν εἴκοσι ἐτῶν Ὀχοζείας ἐβασίλευσεν, καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολία θυγάτηρ Ἀμβρεί. καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαάβ, ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν. καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον Κυρίου ὡς οἶκος Ἀχαάβ, ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν, καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη. καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὰ Γαλαάδ· καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωράμ. καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Ὀχοζείας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεᾶσθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰσραήλ, ὅτι ἠρρώστει. καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετ᾽ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ. καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρον τοὺς Ἰούδα ἄρχοντας καὶ τοὺς ἀδελφοὺς Ὀχοζεία λειτουργοῦντας τῷ Ὀχοζείᾳ καὶ ἀπέκτεινεν αὐτούς. καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Ὀχοζείαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν Υἱὸς Ἰωσαφάτ ἐστιν, ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ· καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζεία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας. Καὶ Γοθολία ἡ μήτηρ Ὀχοζεία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα. καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Ὀχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν. καὶ ἦν μετ᾽ αὐτοῦ ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν ἐπὶ τῆς γῆς.

Tap any verse to see what it echoes — and start a chain or echo from it.