Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ. καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν, καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετ᾽ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος. καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Πορεύσῃ μετ᾽ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδείτιδος; καὶ εἶπεν αὐτῷ Ὡς ἐγώ, οὕτως καὶ σύ· ὡς ὁ λαός μου, καὶ ὁ λαός σου μετὰ σοῦ εἰς πόλεμον. καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Ζήτησον δὴ σήμερον τὸν κύριον. καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας καὶ εἶπεν αὐτοῖς Εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ δώσει ὁ θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως. καὶ εἶπεν Ἰωσαφάτ Οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι καὶ ἐπιζητήσομεν παρ᾽ αὐτοῦ; καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν κύριον δι᾽ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτόν, ὅτι οὐκ ἔστιν προφητεύων περί ἐμοῦ εἰς ἀγαθά, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακά, οὗτος Μειχαίας υἱὸς Ἰεμαάς. καὶ εἶπεν Ἰωσαφάτ Μὴ λαλείτω ὁ βασιλεὺς οὕτως. καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα καὶ εἶπεν Τάχος Μειχαίαν υἱὸν Ἰεμαά. καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ καὶ ἐνδεδυμένοι στολάς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπροφήτευον ἐναντίον αὐτῶν. καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χανάαν κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ. καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὕτως λέγοντες Ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαάδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως. καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά. καὶ εἶπεν Μειχαίας Ζῇ Κύριος ὅτι ὃ ἐὰν εἴπῃ ὁ θεὸς πρὸς μέ, αὐτὸ λαλήσω. καὶ ἦλθεν πρὸς τὸν βασιλέα· καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Μειχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοδώσεις· καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν. καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου; καὶ εἶπεν Εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν ὡς πρόβατα οἷς οὐκ ἔστιν ποιμήν· καὶ εἶπεν Κύριος Οὐκ ἔχουσιν ἡγούμενον, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ. καὶ εἶπεν ὁ βασιλεὺν Ἰσραὴλ πρὸς Ἰωσαφάτ Οὐκ εἶπά σοι ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλ᾽ ἢ κακά; καὶ εἶπεν Οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ εἱστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ. καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος εἶπεν οὕτως. καὶ ἐξῆλθεν τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν. καὶ εἶπεν Κύριος Ἐν τίνι; καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν Ἀπατήσεις, δυνήσῃ· ἔξελθε καὶ ποίησον οὕτως. καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά. καὶ ἤγγισεν Σεδεκίας υἱὸς Χανάαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν αὐτῷ Ποίᾳ τῇ ὁδῷ πνεῦμα παρ᾽ ἐμοῦ πνεῦμα πρὸς σέ, πνεῦμα Κυρίου παρ᾽ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ; καὶ εἶπεν Μειχαίας Ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· εἰσελεύσεται ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι. καὶ εἶπεν βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως καὶ πρὸς Ἰωασὰ ἄρχοντα υἱὸν τοῦ βασιλέως, καὶ ἐρεῖς Οὕτως εἶπεν ὁ βασιλεύς Ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ. καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησεν Κύριος ἐν ἐμοί· ἀκούσατε λαοὶ πάντες. Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς Ῥαμὼθ Γαλαάδ. καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Κατακάλυψόν με καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον. καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσιν τῶν ἁρμάτων τοῖς μετ᾽ αὐτοῦ λέγων Μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν ἀλλ᾽ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον. καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφάτ, καὶ αὐτοὶ εἶπαν Βασιλεὺς Ἰσραήλ ἐστιν, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφάτ, καὶ Κύριος ἔσωσεν αὐτόν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ θεὸς ἀπ᾽ αὐτοῦ. καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραήλ, καὶ ἀπέστρεψαν ἀπ᾽ αὐτοῦ. καὶ ἀνὴρ ἔτεινεν τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ Ἐπίστρεφε τὴν χεῖρά σου καὶ ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα. καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἕως ἑσπέρας ἐξ ἐναντίας Συρίας, καὶ ἀπέθανεν δύναντος τοῦ ἡλίου.
2 Chronicles 18
Read in English (BSB) — 2 Chronicles 18 →Tap any verse to see what it echoes — and start a chain or echo from it.