Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ· καὶ κατίσχυσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰσραήλ. καὶ ἔδωκεν δύναμιν ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ὀχυραῖς, καὶ κατέστησεν ἡγουμένους ἐν πάσαις ταῖς πόλεσιν Ἰούδα καὶ ἐν πόλεσιν Ἐφράιμ ἃς προκατελάβετο Ἀσὰ ὁ πατὴρ αὐτοῦ. καὶ ἐγένετο Κύριος μετὰ Ἰωσαφάτ, ὅτι ἐπορεύθη ἐν ὁδοῖς τοῦ πατρὸς αὐτοῦ ταῖς πρώταις· καὶ οὐκ ἐξεζήτησεν τὰ εἴδωλα, ἀλλὰ Κύριον τὸν θεὸν τοῦ πατρὸς αὐτοῦ ἐξεζήτησεν, καὶ ἐν ταῖς ἐντολαῖς τοῦ πατρὸς αὐτοῦ ἐπορεύθη, καὶ οὐχ ὡς τοῦ Ἰσραὴλ τὰ ἔργα. καὶ κατηύθυνεν Κύριος τὴν βασιλείαν ἐν χειρὶ αὐτοῦ, καὶ ἔδωκεν πᾶς Ἰουδὰ δῶρα τῷ Ἰωσαφάτ, καὶ ἐγένετο αὐτῷ πλοῦτος καὶ δόξα πολλή. καὶ ὑψώθη καρδία αὐτοῦ ἐν ὁδῷ Κυρίου, καὶ ἐξῆρεν τὰ ὑψηλὰ καὶ τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα. καὶ ἐν τῷ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἀπέστειλεν τοὺς ἡγουμένους αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν δυνατῶν, τὸν Ἀβίαν καὶ Ζαχαρίαν καὶ Ναθαναὴλ καὶ Μειχαίαν, διδάσκειν ἐν πόλεσιν Ἰούδα. καὶ μετ᾽ αὐτῶν οἱ Λευεῖται Σαμούας καὶ Μανθανίας καὶ Ζαβδείας καὶ Ἰασειὴλ καὶ Σαμειραμὼθ καὶ Ἰωναθὰν καὶ Ἀδωνιὰν καὶ Τωβαδωβειά, Λευεῖται· οἱ μετ᾽ αὐτῶν, Ἐλεισαμὰ καὶ Ἰωρὰν οἱ ἱερεῖς. καὶ ἐδίδασκον ἐν Ἰούδᾳ, καὶ μετ᾽ αὐτῶν βύβλος νόμου Κυρίου, καὶ διῆλθον ἐν ταῖς πόλεσιν Ἰούδα καὶ ἐδίδασκον τὸν λαόν. καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ. καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον πρὸς Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἄραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους. καὶ ἦν Ιωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος, καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ἰουδαίᾳ καὶ πόλεις ὀχυράς. καὶ ἔργα πολλὰ ἐγένετο ἐν τῇ Ἰουδαίᾳ, καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἰερουσαλήμ. καὶ οὗτος ἀριθμὸς αὐτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι, Ἐδνάας ὁ ἄρχων, καὶ μετ᾽ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες· καὶ μετ᾽ αὐτὸν Ἰωανὰν ὁ ἡγούμενος, καὶ μετ᾽ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες· καὶ μετ᾽ αὐτὸν Μασαίας τοῦ Ζαρεὶ ὁ προθυμούμενος τῷ κυρίῳ, καὶ μετ᾽ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως. καὶ ἐκ τοῦ Βενιαμεὶν δυνατὸς δυνάμεως καὶ Ἐλειδά, καὶ μετ᾽ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες· καὶ μετ᾽ αὐτὸν Ἰωζαβάδ, καὶ μετ᾽ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου. οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.
2 Chronicles 17
Read in English (BSB) — 2 Chronicles 17 →Tap any verse to see what it echoes — and start a chain or echo from it.