Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἐξῆλθεν Ἰσραὴλ εἰς ἀπάντησιν αὐτοῖς εἰς πόλεμον, καὶ παρεμβάλλουσιν ἐπὶ Ἀβενέζερ, καὶ οἱ ἀλλόφυλοι παρεμβάλλουσιν ἐν Ἀφέκ. καὶ παρατάσσονται οἱ ἀλλόφυλοι εἰς πόλεμον ἐπὶ Ἰσραήλ· καὶ ἔκλινεν ὁ πόλεμος, καὶ ἔπταισεν ἀνὴρ Ἰσραὴλ ἐνώπιον ἀλλοφύλων, καὶ ἐπλήγησαν ἐν τῇ παρατάξει ἐν ἀγρῷ τέσσαρες χιλιάδες ἀνδρῶν. καὶ ἦλθεν ὁ λαὸς εἰς τὴν παρεμβολήν, καὶ εἶπαν οἱ πρεσβύτεροι Ἰσραήλ Κατὰ τί ἔπταισεν ἡμᾶς Κύριος σήμερον ἐνώπιον ἀλλοφύλων; λάβωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν ἐκ Σηλώμ, καὶ ἐξελθέτω ἐκ μέσου ἡμῶν καὶ σώσει ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν. καὶ ἀπέστειλεν ὁ λαὸς εἰς Σηλώμ, καὶ αἴρουσιν ἐκεῖθεν τὴν κιβωτὸν Κυρίου καθημένου χερουβείμ· καὶ ἀμφότεροι οἱ υἱοὶ Ἠλεὶ μετὰ τῆς κιβωτοῦ, Ὁφνεὶ καὶ Φεινεές. καὶ ἐγενήθη ὡς ἦλθεν κιβωτὸς Κυρίου εἰς τὴν παρεμβολήν, καὶ ἀνέκραξεν πᾶς Ἰσραὴλ φωνῇ μεγάλῃ, καὶ ἤχησεν ἡ γῆ. καὶ ἤκουσαν οἱ ἀλλόφυλοι τῆς κραυγῆς, καὶ εἶπον οἱ ἀλλόφυλοι Τίς ἡ κραυγὴ ἡ μεγάλη αὕτη ἐν παρεμβολῇ τῶν Ἐβραίων; καὶ ἔγνωσαν ὅτι κιβωτὸς Κυρίου ἥκει εἰς τὴν παρεμβολήν. καὶ ἐφοβήθησαν οἱ ἀλλόφυλοι καὶ εἶπον Οὗτοι οἱ θεοὶ ἥκασιν πρὸς αὐτοὺς εἰς τὴν παρεμβολήν· οὐαὶ ἡμῖν· ἐξελοῦ ἡμᾶς, Κύριε, σήμερον, ὅτι οὐ γέγονεν τοιαύτη ἐχθὲς καὶ τρίτην. οὐαὶ ἡμῖν, τίς ἐξελεῖται ἡμᾶς ἐκ χειρὸς τῶν θεῶν τῶν στερεῶν τούτων; οὗτοι οἱ θεοὶ οἱ πατάξαντες τὴν Αἴγυπτον ἐν πάσῃ πληγῇ καὶ ἐν τῇ ἐρήμῳ. κραταιοῦσθε καὶ γίνεσθε εἰς ἄνδρας καὶ πολεμήσατε αὐτούς. καὶ ἐπολέμησαν αὐτούς· καὶ πταίει ἀνὴρ Ἰσραήλ, καὶ ἔφυγεν ἕκαστος εἰς σκήνωμα αὐτοῦ· καὶ ἐγένετο πληγὴ μεγάλη σφόδρα, καὶ ἔπεσαν ἐξ Ἰσραὴλ τριάκοντα χιλιάδες ταγμάτων. καὶ κιβωτὸς θεοῦ ἐλήμφθη, καὶ ἀμφότεροι υἱοὶ Ἠλεὶ ἀπέθανον, Ὁφνεὶ καὶ Φεινεές. Καὶ ἔδραμεν ἀνὴρ Ἰεμειναῖος ἐκ τῆς παρατάξεως καὶ ἦλθεν εἰς Σηλὼμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ τὰ ἱμάτια αὐτοῦ διερρηγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ. καὶ ἦλθεν, καὶ ἰδοὺ Ἠλεὶ ἐπὶ τοῦ δίφρου παρὰ τὴν πύλην σκοπεύων τὴν ὁδόν, ὅτι ἦν καρδία αὐτοῦ ἐξεστηκυῖα περὶ τῆς κιβωτοῦ τοῦ θεοῦ· καὶ ὁ ἄνθρωπος εἰσῆλθεν εἰς τὴν πόλιν ἀπαγγεῖλαι, καὶ ἀνεβόησεν ἡ πόλις. καὶ ἤκουσεν Ἠλεὶ τὴν φωνὴν τῆς βοῆς καὶ εἶπεν Τίς ἡ βοὴ τῆς φωνῆς ταύτης; καὶ ὁ ἄνθρωπος σπεύσας εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ Ἠλεί. καὶ Ἠλεὶ υἱὸς ἐνενήκοντα ἐτῶν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπανέστησαν καὶ οὐκ ἔβλεπεν· καὶ εἶπεν Ἠλεὶ τοῖς ἀνδράσιν τοῖς περιεστηκόσιν αὐτῷ Τίς ἡ φωνὴ τοῦ ἤχους τούτου; καὶ ὁ ἀνὴρ σπεύσας προσῆλθεν Ἠλεὶ καὶ εἶπεν αὐτῷ Ἐγώ εἰμι ὁ ἥκων ἐκ τῆς παρεμβολῆς, κἀγὼ πέφευγα ἐκ τῆς παρατάξεως σήμερον. καὶ εἶπεν Τί τὸ γεγονὸς ῥῆμα, τέκνον; καὶ ἀπεκρίθη τὸ παιδάριον καὶ εἶπεν Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἐκ προσώπου ἀλλοφύλων, καὶ ἐγένετο πληγὴ μεγάλη ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ υἱοί σου τεθνήκασιν, καὶ ἡ κιβωτὸς τοῦ θεοῦ ἐλήμφθη. καὶ ἐγένετο ὡς ἐμνήσθη τῆς κιβωτοῦ τοῦ θεοῦ, καὶ ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως ἐχόμενος τῆς πύλης, καὶ συνετρίβη ὁ νῶτος αὐτοῦ καὶ ἀπέθανεν, ὅτι πρεσβύτης ὁ ἄνθρωπος καὶ βαρύς· καὶ αὐτὸς ἔκρινεν τὸν Ἰσραὴλ εἴκοσι ἔτη. Καὶ νύμφη αὐτοῦ γυνὴ Φεινεὲς συνειληφυῖα τοῦ τεκεῖν· καὶ ἤκουσεν τὴν ἀγγελίαν ὅτι ἐλήμφθη ἡ κιβωτὸς τοῦ θεοῦ καὶ ὅτι τέθνηκεν ὁ πενθερὸς αὐτῆς καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ ἔκλαυσεν καὶ ἔτεκεν, ὅτι ἐπεστράφησαν ἐπ᾽ αὐτὴν ὠδῖνες αὐτῆς· καὶ ἐν τῷ καιρῷ αὐτῆς ἀποθνήσκει. καὶ εἶπον αὐτῇ αἱ γυναῖκες αἱ παρεστηκυῖαι αὐτῇ Μὴ φοβοῦ, ὅτι υἱὸν τέτοκας· καὶ οὐκ ἀπεκρίθη, καὶ οὐκ ἐνόησεν ἡ καρδία αὐτῆς. καὶ ἐκάλεσεν τὸ παιδάριον Οὐαὶ βαρχαβώθ, ὑπὲρ τῆς κιβωτοῦ τοῦ θεοῦ καὶ ὑπὲρ τοῦ πενθεροῦ αὐτῆς καὶ ὑπὲρ τοῦ ἀνδρὸς αὐτῆς. καὶ εἶπαν Ἀπῴκισται δόξα Ἰσραήλ, ἐν τῷ λημφθῆναι τὴν κιβωτὸν Κυρίου.
1 Samuel 4
Read in English (BSB) — 1 Samuel 4 →Tap any verse to see what it echoes — and start a chain or echo from it.