Echo Scripture

1 Samuel 3

Read in English (BSB) — 1 Samuel 3

Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ κυρίῳ ἐνώπιον Ἠλεὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα. καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ Ἠλεὶ ἐκάθητο ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι καὶ οὐκ ἠδύνατο βλέπειν· καὶ ὁ λύχνος τοῦ θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ οὗ ἡ κιβωτὸς τοῦ θεοῦ. καὶ ἐκάλεσεν Κύριος Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν Ἰδοὺ ἐγώ. καὶ ἔδραμεν πρὸς Ἠλεὶ καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ ἀνέστρεψεν καὶ ἐκάθευδεν. καὶ προσέθετο Κύριος καὶ ἐκάλεσεν Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἠλεὶ τὸ δεύτερον καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με· καὶ εἶπεν Οὐ κέκληκά σε· ἀνάστρεφε, κάθευδε. καὶ Σαμουὴλ πρὶν γνῶναι θεὸν καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου. καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἠλεὶ καὶ εἶπεν Ἰδοὺ ἐγώ, ὅτι κέκληκάς με. καὶ ἐσοφίσατο Ἠλεὶ ὅτι Κύριος κέκληκεν τὸ παιδάριον. καὶ εἶπεν Ἀνάστρεφε, κάθευδε, τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ ἐπορεύθη Σαμουὴλ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. καὶ ἦλθεν Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπεν Σαμουήλ Λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου. καὶ εἶπεν Κύριος πρὸς Σαμουήλ Ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραήλ· παντὸς ἀκούοντος αὐτά, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἠλεὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτοὺς καὶ οὐδ᾽ οὕτως. ὤμοσα τῷ οἴκῳ Ἠλεί Εἰ ἐξιλασθήσετσι ἀδικία οἴκου Ἠλεὶ ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος. καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωί, καὶ ὤρθρισεν τὸ πρωὶ καὶ ἤνοιξεν τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν Ἠλεί. καὶ εἶπεν Ἠλεὶ πρὸς Σαμουήλ Σαμουὴλ τέκνον· καὶ εἶπεν Ἰδοὺ ἐγώ. καὶ εἶπεν Τί τὸ ῥῆμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρύψῃς ἀπ᾽ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ θεός, ἐὰν κρύψῃς ἀπ᾽ ἐμοῦ ῥῆμα ἐκ πάντων λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσίν σου. καὶ ἀπήγγειλεν Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπ᾽ αὐτοῦ· καὶ εἶπεν Ἠλεί Κύριος αὐτός· τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει. Καὶ ἐμεγαλύνθη Σαμουὴλ καὶ ἦν Κύριος μετ᾽ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ κυρίῳ. καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλώμ, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ προφήτης γενέσθαι τῷ κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπ᾽ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων. καὶ Ἠλεὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορευόμενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.