Καὶ ἀμπελὼν εἷς ἦν τῷ Ναβουθαὶ τῷ Ἰσραηλείτῃ παρὰ τῷ ἅλῳ Ἀχαὰβ βασιλέως Σαμαρείας. καὶ ἐλάλησεν Ἀχαὰβ πρὸς Ναβουθαὶ λέγων Δός μοι τὸν ἀμπελῶνά σου καὶ ἔσται μοι εἰς κῆπον λαχάνων, ὅτι ἐγγίων οὗτος τῷ οἴκῳ μου, καὶ δώσω σοι ἀμπελῶνα ἄλλον ἀγαθὸν ὑπὲρ αὐτόν· εἰ δὲ ἀρέσκει ἐνώπιόν σου, δώσω σοι ἀργύριον ἄλλαγμα ἀμπελῶνός σου τούτου, καὶ ἔσται μοι εἰς κῆπον λαχάνων. καὶ εἶπεν Ναβουθαὶ πρὸς Ἀχαάβ Μὴ γένοιτό μοι παρὰ θεοῦ μου δοῦναι κληρονομίαν πατέρων μου σοί. καὶ ἐγένετο τὸ πνεῦμα Ἀχαὰβ τεταραγμένον, καὶ ἐκοιμήθη ἐπὶ τῆς κλίνης αὐτοῦ καὶ συνεκάλυψεν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔφαγεν ἄρτον. καὶ εἰσῆλθεν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ πρὸς αὐτὸν καὶ ἐλάλησεν πρὸς αὐτόν Τί τὸ πνεῦμά σου τεταραγμένον, καὶ οὐκ εἶ σὺ ἐσθίων ἄρτον; καὶ εἶπεν πρὸς αὐτήν Ὅτι ἐλάλησα πρὸς Ναβουθαὶ τὸν Ἰσραηλείτην λέγων Δός μοι τὸν ἀμπελῶνά σου ἀργυρίου· εἰ δὲ βούλει, δώσω σοι ἀμπελῶνα ἄλλον ἀντ᾽ αὐτοῦ· καὶ εἶπεν Οὐ δώσω σοι κληρονομίαν πατέρων μου. καὶ εἶπεν πρὸς αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ Σὺ νῦν οὕτως ποιεῖς βασιλέα ἐπὶ Ἰσραήλ; ἀνάστηθι, φάγε ἄρτον καὶ σαυτοῦ γενοῦ· ἐγὼ δώσω σοι τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου. καὶ ἔγραψεν βιβλίον ἐπὶ τῷ ὀνόματι Ἀχαὰβ καὶ ἐσφραγίσατο τῇ σφραγῖδι αὐτοῦ, καὶ ἀπέστειλεν τὸ βιβλίον πρὸς τοὺς πρεσβυτέρους καὶ τοὺς ἐλευθέρους τοὺς κατοικοῦντας μετὰ Ναβουθαί. καὶ ἐγέγραπτο ἐν τοῖς βιβλίοις λέγων Νηστεύσατε νηστείαν, καὶ καθίσατε τὸν Ναβουθαὶ ἐν ἀρχῇ τοῦ λαοῦ· καὶ ἐνκαθίσατε δύο ἄνδρας, υἱοὺς παρανόμων. καὶ ἐκάθισαν ἐξ ἐναντίας αὐτοῦ, καὶ κατεμαρτύρησαν αὐτοῦ λέγοντες Ηὐλόγηκας θεὸν καὶ βασιλέα· καὶ ἐξήγαγον αὐτὸν ἔξω τῆς πόλεως καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις, καὶ ἀπέθανεν. καὶ ἀπέστειλαν πρὸς Ἰεζάβελ λέγοντες Λελιθοβόληται Ναβουθαὶ καὶ τέθνηκεν. καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεζάβελ, καὶ εἶπεν πρὸς Ἀχαάβ Ἀνάστα, κληρονόμει τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου ὃς οὐκ ἔδωκέν σοι ἀργυρίου, ὅτι οὐκ ἔστιν Ναβουθαὶ ζῶν, ὅτι τέθνηκεν. καὶ ἐγένετο ὡς ἤκουσεν Ἀχαὰβ ὅτι τέθνηκεν Ναβουθαὶ ὁ Ἰσραηλείτης, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ καὶ περιεβάλετο σάκκον· καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀνέστη καὶ κατέβη Ἀχαὰβ εἰς τὸν ἀμπελῶνα Ναβουθαὶ τοῦ Ἰσραηλείτου κληρονομῆσαι αὐτόν. Καὶ εἶπεν Κύριος πρὸς Ἠλειοὺ τὸν Θεσβείτην λέγων Ἀνάστηθι καὶ κατάβηθι εἰς ἀπαντὴν Ἀχαὰβ βασιλέως Ἰσραὴλ τοῦ ἐν Σαμαρείᾳ, ὅτι οὗτος ἐν ἀμπελῶνι Ναβουθαί, ὅτι καταβέβηκεν ἐκεῖ κληρονομῆσαι αὐτόν. καὶ λαλήσεις πρὸς αὐτὸν λέγων Τάδε λέγει Κύριος Ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦτο τάδε λέγει Κύριος Ἐν παντὶ τόπῳ ᾧ ἔλιξαν αἱ ὕες καὶ οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λίξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου. καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλειού Εἰ εὕρηκάς με, ὁ ἐχθρός μου; καὶ εἶπεν Εὕρηκα, διότι μάτην πέπρασαι ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, παροργίσαι αὐτόν. ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ κακά, καὶ ἐκκαύσω ὀπίσω σου καὶ ἐξολεθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον ἐν Ἰσραήλ· καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰθ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχειά, περὶ τῶν παροργισμάτων ὧν παρώργισας καὶ ἐξήμαρτες τὸν Ἰσραὴλ. καὶ τῇ Ἰεζάβελ ἐλάλησεν Κύριος λέγων Οἱ κύνες καταφάγονται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ. τὸν τεθνηκότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ. πλὴν ματαίως Ἀχαάβ, ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ· καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἃ ἐποίησεν ὁ Ἀμορραῖος, ὃν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ. καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ κυρίου, καὶ ἐπορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν· καὶ περιεβάλετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾗ ἐπάταξεν Ναβουθαὶ τὸν Ἰσραηλείτην, καὶ ἐπορεύθη. καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλειοὺ περὶ Ἀχαάβ, καὶ εἶπεν Κύριος Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ἐν ταῖς ἡμέραις υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.
1 Kings 20
Read in English (BSB) — 1 Kings 20 →Tap any verse to see what it echoes — and start a chain or echo from it.