Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἃ ἐποίησεν Ἠλειοὺ καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ. καὶ ἀπέστειλεν Ἰεζάβελ πρὸς Ἠλειοὺ καὶ εἶπεν Εἰ σὺ εἶ Ἠλειοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν. καὶ ἐφοβήθη Ἠλειού, καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἑαυτοῦ, καὶ ἔρχεται εἰς Βηρσάβεε γῆν Ἰούδα, καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ. καὶ αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθεν καὶ ἐκάθισεν ὑποκάτω ῥαθμέν· καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἰκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου. καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε. καὶ ἐπέβλεψεν Ἠλειού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐνκρυφίας ὀλυρείτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπιστρέψας ἐκοιμήθη. καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός. καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας ἕως ὄρους Χωρήβ. Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού; καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐνκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν. καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἐνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον Κυρίου, ἐν τῷ πνεύματι Κυρίου· καὶ μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ Κύριος· καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς. καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλειού, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ, καὶ ἐξῆλθεν καὶ ἔστη ὑπὸ σπὴλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού; καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ, τὴν διαθήκην σου καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλιμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. καὶ εἶπεν Κύριος πρὸς αὐτόν Πορεύου, ἀνάστρεφε εἰς τὴν ὁδόν σου, καὶ ἥξεις εἰς τὴν ὁδὸν ἐρήμου Δαμασκοῦ· καὶ ἥξεις καὶ χρίσεις τὸν Ἁζαὴλ εἰς βασιλέα τῆς Συρίας· καὶ τὸν υἱὸν Εἰοὺ υἱοῦ Ναμεσθεὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ τὸν Ἐλεισαῖε υἱὸν Σαφὰθ χρίσεις ἐξ Ἐβαλμαουλὰ προφήτην ἀντὶ σοῦ. καὶ ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας Ἁζαὴλ θανατώσει Εἰού, καὶ τὸν σωζόμενον ἐκ ῥομφαίας Εἰοὺ θανατώσει Ἐλεισαῖε. καὶ καταλεὶψεις ἐν Ἰσραὴλ ἑπτὰ χιλιάδας ἀνδρῶν, πάντα γόνατα ἃ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὃ οὐ προσεκύνησεν αὐτῷ. Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ εὑρίσκει τὸν Ἐλεισαῖε υἱὸν Σαφάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουσίν· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· ἐπῆλθεν ἐπ᾽ αὐτόν, καὶ ἐπέρριψε τὴν μηλωτὴν αὐτοῦ ἐπ᾽ αὐτόν. καὶ κατέλιπεν Ἐλεισαῖε τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλειοὺ καὶ εἶπεν Καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλειού Ἀνάστρεφε, ὅτι πεποίηκὰ σοι. καὶ ἀνέστρεψεν ἐξόπισθεν αὐτοῦ, καὶ ἔλαβεν τὰ ζεύγη τῶν βοῶν καὶ ἔθυσεν καὶ ἥψησεν αὐτὰ ἐν τοῖς σκεύεσι τῶν βοῶν, καὶ ἔδωκεν τῷ λαῷ καὶ ἔφαγον· καὶ ἀνέστη καὶ ἐπορεύθη ὀπίσω Ἠλειού, καὶ ἐλειτούργει αὐτῷ.
1 Kings 19
Read in English (BSB) — 1 Kings 19 →Tap any verse to see what it echoes — and start a chain or echo from it.