Echo Scripture

1 Chronicles 27

Read in English (BSB) — 1 Chronicles 27

Καὶ οἱ υἱοὶ Ἰσραὴλ κατ᾽ ἀριθμὸν αὐτῶν ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ γραμματεῖς οἱ λειτουργοῦντες τῷ λαῷ καὶ εἰς πᾶν λόγον τοῦ βασιλέως κατὰ διαιρέσεις, πᾶν λόγον τοῦ εἰσπορευομένου καὶ ἐκπορευομένου μῆνα ἐκ μηνός, εἰς πάντας τοὺς μῆνας τοῦ ἐνιαυτοῦ, διαίρεσις μία εἴκοσι καὶ τέσσαρες χιλιάδες. καὶ ἐπὶ τῆς διαιρέσεως τῆς πρώτης τοῦ μηνὸς τοῦ πρώτου Σοβὰλ ὁ τοῦ Ζαβδειήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες. ἀπὸ τῶν υἱῶν Φάρες ἄρχων πάντων τῶν ἀρχόντων τῆς δυνάμεως τοῦ μηνὸς τοῦ πρώτου. καὶ ἐπὶ τῆς διαιρέσεως τοῦ μηνὸς τοῦ δευτέρου Δωδειὰ ὁ Ἐκχώχ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι καὶ τέσσαρες χιλιάδες, ἄρχοντες δυνάμεως. ὁ τρίτος τὸν μῆνα τὸν τρίτον Βαναίας ὁ τοῦ Ἰωδᾶε ὁ ἱερεὺς ὁ ἄρχων, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. αὐτὸς Βαναίας δυνατώτερος τῶν τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ Λαιβαζὰθ υἱὸς αὐτοῦ. ὁ τέταρτος εἰς τὸν μῆνα τὸν τέταρτον Ἀσαὴλ ὁ ἀδελφὸς Ἰωὰβ καὶ Ἀβδείας ὁ υἱὸς αὐτοῦ καὶ οἱ ἀδελφοί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ πέμπτος τῷ μηνὶ τῷ πέμπτῳ ὁ ἡγούμενος Σαλαὼθ ὁ Ἐσρᾶε, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ εἴκοσι τέσσαρες χιλιάδες. ὁ ἕκτος τῷ μηνὶ τῷ ἕκτῳ Ὀδουίας ὁ τοῦ Ἐκκὴς ὁ Θεκωνείτης, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ ἕβδομος τῷ μηνὶ τῷ ἑβδόμῳ Χέσλης ὁ ἐκ Φαλλοὺς ἀπὸ τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ ὄγδοος τῷ μηνὶ τῷ ὀγδόῳ Σοβοχαὶ ὁ Ἱσαθεὶ τῷ Ζαριά, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ ἔνατος τῷ μηνὶ τῷ ἐνάτῳ Ἀβιέζερ ἐξ Ἀναθὼθ ἐκ γῆς Βενιαμείν, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ δέκατος τῷ μηνὶ τῷ δεκάτῳ Μεηρὰ ὁ ἐκ Νετουφὰτ τῷ Ζαρεί, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ ἑνδέκατος τῷ μηνὶ τῷ ἑνδεκάτῳ Βαναίας ὁ ἐκ Φαραθὼν τῶν υἱῶν Ἐφράιμ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. ὁ δωδέκατος εἰς τὸν μῆνα τὸν δωδέκατον Χολδειὰ ὁ ἐκ Νετωφατεὶ τῷ Γοθονιήλ, καὶ ἐπὶ τῆς διαιρέσεως αὐτοῦ τέσσαρες καὶ εἴκοσι χιλιάδες. Καὶ ἐπὶ τῶν φυλῶν Ἰσραήλ, τῶν Ῥουβὴν ἡγούμενος Ἐλιέζερ ὁ τοῦ Ζεχρεί· τῷ Συμεὼν Σαφατίας ὁ τοῦ Μαχά· τῷ Λευεὶ Ἁσαβίας ὁ τοῦ Σαμουήλ· τῷ Ἀαρὼν Σαδώκ· τῷ Ἰούδᾳ Ἐλιὰβ τῶν ἀδελφῶν Δαυείδ· τῷ Ἰσσαχὰρ Ἀμβρεὶ ὁ τοῦ Μεισαήλ· τῷ Ζαβουλὼν Σαμαίας ὁ τοῦ Ἀβδειού· τῷ Νεφθαλεὶ Ἐρειμὼθ ὁ τοῦ Ἐσρειήλ· τῷ Ἐφράιμ Ὠσὴ ὁ τοῦ Ὀζειού· τῷ ἡμίσει φυλῆς Μανασσὴ Ἰωὴλ ὁ τοῦ Φαλαδαιά· τῷ ἡμίσει φυλῆς Μανασσὴ τῶν ἐν τῇ Γαλαὰδ Ἰαδδαὶ ὁ τοῦ Ζαβδειού· τοῖς υἱοῖς Βενιαμεὶν Ἀσειὴρ ὁ τοῦ Ἀβεννήρ· τῷ Δὰν Ἀζαραὴλ ὁ τοῦ Ἰωράμ· οὗτοι πατριάρχαι τῶν φυλῶν Ἰσραὴλ. καὶ οὐκ ἔλαβεν Δαυεὶδ τὸν ἀριθμὸν αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ κάτω, ὅτι Κύριος εἶπεν πληθῦναι τὸν Ἰσραὴλ ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. καὶ Ἰωὰβ ὁ τοῦ Σαρουιὰ ἤρξατο ἀριθμεῖν ἐν τῷ λαῷ, καὶ οὐ συνετέλεσεν· καὶ ἐγένετο ἐν τούτοις ὀργὴ ἐπὶ Ἰσραήλ, καὶ οὐ κατεχωρίσθη ὁ ἀριθμὸς ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τοῦ βασιλέως Δαυείδ. καὶ ἐπὶ τῶν θησαυρῶν τοῦ βασιλέως Ἀσμὼθ ὁ τοῦ Ὠδιήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν ἀγρῷ καὶ ἐν ταῖς κώμαις καὶ ἐν τοῖς ἐποικίοις καὶ ἐν τοῖς πύργοις Ἰωναθὰν ὁ τοῦ Ὀζειού. ἐπὶ δὲ τῶν γεωργούντων τὴν γῆν τῶν ἐργαζομένων Ἐσδρεὶ ὁ τοῦ Χοβούδ. καὶ ἐπὶ τῶν χωρίων Σεμεεὶ ὁ ἐκ Ῥαήλ, καὶ ἐπὶ τῶν θησαυρῶν τῶν ἐν τοῖς χωρίοις τοῦ οἴνου Ζαχρεὶ ὁ τοῦ Σεφνεί. καὶ ἐπὶ τῶν ἐλαιώνων καὶ ἐπὶ τῶν συκαμίνων τῶν ἐν τῇ πεδινῇ Βαλανᾶς ὁ Γεδωρείτης· ἐπὶ δὲ τῶν θησαυρῶν τοῦ ἐλαίου Ἰωάς. καὶ ἐπὶ τῶν βοῶν τῶν νομάδων τῶν ἐν τῷ Ἀσειδὼν Ἀσαρταὶς ὁ Σαρωνείτης, καὶ ἐπὶ τῶν βοῶν τῶν ἐν τοῖς αὐλῶσιν Σωφὰν ὁ τοῦ Ἀδαί. ἐπὶ δὲ τῶν καμήλων Ἀβίας ὁ Ἰσμαηλείτης. ἐπὶ δὲ τῶν ὄνων Ἰαδίας ὁ ἐκ Μεραθών. καὶ ἐπὶ τῶν προβάτων Ἰαζεὶζ ὁ Γαρείτης. πάντες οὗτοι προστάται ὑπαρχόντων Δαυεὶδ τοῦ βασιλέως. Καὶ Ἰωναθὰν ὁ πατράδελφος Δαυεὶδ σύμβουλος, ἄνθρωπος συνετός· καὶ Ἰεὴλ ὁ τοῦ Ἁχαμεὶ μετὰ τῶν υἱῶν τοῦ βασιλέως. Ἀχειτόφελ σύμβουλος τοῦ βασιλέως, καὶ Χουσεὶ ὁ πρῶτος φίλος τοῦ βασιλέως. καὶ μετὰ τοῦτον Ἀχειτόφελ ἐχόμενος Ἰωδᾶε ὁ τοῦ Βαναίου καὶ Ἀβιαθάρ· καὶ Ἰωὰβ ἀρχιστράτηγος τοῦ βασιλέως.

Tap any verse to see what it echoes — and start a chain or echo from it.