Εἰς διαιρέσεις τῶν πυλῶν υἱοὶ Κορεείμ· Μοσολαὴλ υἱὸς Κωρή· ἐκ τῶν υἱῶν Ἀβιά, Σαφάρ. καὶ τὴν Μοσαληὰ υἱοῦ Ζαχαρίου ὁ πρωτότοκος Ἰδερήλ, Ζαχαρίας, Ἰενονήλ, Ἰωλάμ, Ἰωνᾶς, Ἐλιωναὶς ὁ ἕβδομος. καὶ τῷ Ἀβδοδὸμ υἱοί· Σαμαίας ὁ πρωτότοκος, Ἰωζαβάθ, Ἰωάθ, Σωχάρ, Ναάς, Ἰειήλ, Ἀμειήλ, Ἰσσαχάρ, Ἰαφθοσλααθί· ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. καὶ τῷ Σαμαίᾳ υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. υἱοὶ Σαμαί· Γοονεὶ καὶ Ῥαφαὴλ καὶ Ὠβὴδ καὶ Ἐληζαβὰθ καὶ Ἀχιούδ, υἱοὶ δυνατοί, Ἐννοὺ καὶ Σαβχειὰ καὶ Ἰσβακώμ. πάντες ἀπὸ τῶν υἱῶν Ἀβδοδόμ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδοδόμ. καὶ τῷ Μοσομαμεὶδ υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. καὶ τῷ Ἱοσσὰ τῶν υἱῶν Μερραρεὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος· καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα τῆς διαιρέσεως τῆς δευτέρας. Ταβλαὶ ὁ τρίτος, Ζαχαρίας· πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ Ἱοσσὰ τρισκαίδεκα. τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ Κυρίου. καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾽ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμειὰ καὶ Ζαχαριά, υἱοὶ Σωάζ· τῷ Μελχειὰ ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· τῷ Ἀβδοδὸμ νότον κατέναντι οἴκου ἐσεφείν· εἰς δεύτερον τῷ Ἱοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ ἐσεφεὶν δύο εἰς διαδεχομένους, καὶ τῷ Ἱοσσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην τοῦ παστοφορίου τρεῖς. φυλακὴ κατέναντι φυλακῆς τῆς ἀναβάσεως πρὸς ἀνατολὰς τῆς ἡμέρας ἕξ, καὶ τῷ βορρᾷ τέσσαρες, καὶ τῷ νότῳ τέσσαρες, καὶ ἐσεφεὶμ δύο εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Καὰθ καὶ τοῖς Μερραρεί. καὶ οἱ Λευεῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων. υἱοὶ Χαδὰν οὗτοι, Γηρσωνεί· τῷ Λαδὰν καὶ Ἰαιεὴλ τοῦ Ἰού· υἱοὶ Ἰειὴλ ἄρχοντες πατριῶν τῷ Λαδάν· τῷ Γηρσωνεὶ Ἰειήλ. υἱοὶ Ἰειὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοί, ἐπὶ τῶν θησαυρῶν οἴκου Κυρίου. τῷ Ἀμβρὰμ καὶ Ἰσσάαρ Χεβρὼν καὶ Ὀζειήλ. καὶ Ἰωὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωσῆ ἐπὶ τῶν θησαυρῶν. καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ἐλιέζερ Ῥαβίας υἱὸς καὶ Ὠσαίας καὶ Ἰωρὰμ καὶ Ζεχρεὶ καὶ Σαλωμώθ. αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυεὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως· ἃ ἔλαβεν ἐκ πόλεων καὶ ἐκ τῶν λαφύρων, καὶ ἡγίασεν ἀπ᾽ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ· καὶ ἐπὶ πάντων τῶν ἁγίων τοῦ θεοῦ Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κεὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουιά, πᾶν ὃ ἡγίασεν διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ. τῷ Ἰσσαρεὶ Χωνενειὰ καὶ υἱοὶ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν. τῷ Χεβρωνεὶ Ἁσαβίας καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν Κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. τοῦ Χεβρωνεὶ Τουδείας ὁ ἄρχων τῶν Χεβρωνεί, κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσερακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ῥιαζὴρ τῆς Γαλααδείτιδος. καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ οἱ δυνατοί, δισχίλιοι ἑπτακόσιοι οἱ ἄρχοντες πατριῶν· καὶ κατεστησεν αὐτοὺς Δαυεὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνεὶ καὶ Γαδδεὶ καὶ ἡμίσους φυλῆς Μανασσὴ εἰς πᾶν πρόσταγμα Κυρίου καὶ λόγον βασιλέως.
1 Chronicles 26
Read in English (BSB) — 1 Chronicles 26 →Tap any verse to see what it echoes — and start a chain or echo from it.