Echo Scripture

1 Chronicles 24

Read in English (BSB) — 1 Chronicles 24

Καὶ τοὺς υἱοὺς Ἀαρὼν διαιρέσει Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ναδὰβ καὶ Ἀβιοὺδ ἐναντίον τοῦ πατρὸς αὐτῶν, καὶ υἱοὶ οὐκ ἦσαν αὐτοῖς· καὶ ἱεράτευσεν Ἐλεαζὰρ καὶ Ἰθαμὰρ υἱοὶ Ἀαρών· καὶ διεῖλεν αὐτοὺς Δαυείδ, καὶ Σαδὼκ ἐκ τῶν υἱῶν Ἐλεαζάρ, καὶ Ἀχειμέλεχ ἐκ τῶν υἱῶν Ἰθαμάρ, κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, κατὰ τὴν λειτουργίαν αὐτῶν, κατ᾽ οἴκους πατριῶν αὐτῶν. καὶ εὑρέθησαν οἱ υἱοὶ Ἐλεαζὰρ πλείους εἰς ἄρχοντας τῶν δυνατῶν παρὰ τοὺς υἱοὺς Ἰθαμάρ· καὶ διεῖλεν αὐτούς, τοῖς υἱοῖς Ἐλεαζὰρ ἄρχοντας εἰς οἴκους πατριῶν ἓξ καὶ δέκα, τοῖς υἱοῖς Ἀαρὼν Ἰθαμὰρ κατ᾽ οἴκους πατριῶν. καὶ διεῖλεν αὐτοὺς κατὰ κλήρους τούτους πρὸς τούτους, ὅτι ἦσαν ἄρχοντες τῶν ἁγίων καὶ ἄρχοντες Κυρίου ἐν τοῖς υἱοῖς Ἐλεαζὰρ καὶ ἐν τοῖς υἱοῖς Ἰθαμάρ. καὶ ἔγραψεν αὐτοὺς Σαμαίας υἱὸς Ναθαναὴλ ὁ γραμματεὺς ἐκ τοῦ Λευεὶ κατέναντι τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ Σαδὼκ ὁ ἱερεύς, καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιαθάρ, καὶ ἄρχοντες τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν· οἴκου πατριᾶς εἷς εἷς τῷ Ἐλεαζὰρ καὶ εἷς εἷς τῷ Ἰθαμάρ. καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος τῷ Ἰαρείμ, τῷ Ἀναιδειὰ ὁ δεύτερος, τῷ Χαρὴβ ὁ τρίτος, τῷ Σεωρεὶμ ὁ τέταρτος, τῷ Μελχειὰ ὁ πέμπτος, τῷ Βενιαμεὶν ὁ ἕκτος, τῷ Κὼς ὁ ἕβδομος, τῷ Ἀβιὰ ὁ ὄγδοος, τῷ Ἰησοῦ ὁ ἔνατος, τῷ Ἰσχανιὰ ὁ δέκατος, τῷ Ἐλιαβιεὶ ὁ ἑνδέκατος, τῷ Ἰακεὶμ ὁ δωδέκατος, τῷ Ὁχχοφφὰ ὁ τρισκαιδέκατος, τῷ Γελβὰ ὁ τεσσαρεσκαιδέκατος, τῷ Ἐμμὴρ ὁ πεντεκαιδέκατος, τῷ Χηζεὶν ὁ ἑκκαιδέκατος, τῷ Ἁφεσὴ ὁ ἑπτακαιδέκατος, τῷ Φεταιὰ ὁ ὀκτωκαιδέκατος, τῷ Ἐζεκὴλ ὁ ἐννεακαιδέκατος, τῷ Ἀχεὶμ ὁ εἰκοστός, τῷ Γαμοὺλ ὁ εἷς καὶ εἰκοστός, τῷ Ἀδαλλαὶ ὁ δεύτερος καὶ εἰκοστός, τῷ Μαασαὶ ὁ τρίτος καὶ εἰκοστός. αὕτη ἡ ἐπίσκεψις αὐτῶν κατὰ τὴν λειτουργίαν αὐτῶν τοῦ εἰσπορεύεσθαι εἰς οἶκον Κυρίου κατὰ τὴν κρίσιν αὐτῶν διὰ χειρὸς Ἀαρὼν πατρὸς αὐτῶν, ὡς ἐνετείλατο Κύριος ὁ θεὸς Ἰσραήλ. Καὶ τοῖς υἱοῖς Λευεὶ τοῖς καταλοίποις· τοῖς υἱοῖς Ἀμβρὰμ Ἰωβαήλ, Ἰαδειά· τῷ Ῥααβιὰ ὁ ἄρχων. καὶ τῷ Ἰσσαρεὶ Σαλωμώθ· τοῖς υἱοῖς Σαλωμὼθ Ἰνάθ. υἱοὶ Ἰηδειμού· Ἀμαδιὰ ὁ δεύτερος, Ἰασὴ ὁ τρίτος, Ἰοκὸμ ὁ τέταρτος. Ὀζειὴλ Μειχά· υἱοὶ Μειχὰ Σαμήρ· ἀδελφὸς Μειχὰ Ἰσιά· υἱὸς Ἰσιὰ Ζαχαριά. υἱοὶ Μεραρεὶ Μοολεὶ καὶ Ὀμουσεί. υἱοὶ Ὀζειά· τοῦ Μεραρεὶ τῷ Ὀζειά, υἱοὶ αὐτοῦ Ἰσοὰμ καὶ Ζακχοὺρ καὶ Ἀβαί. τῷ Μοολεὶ Ἐλεαζὰρ καὶ Ἰθαμάρ· καὶ ἀπέθανεν Ἐλεαζὰρ καὶ οὐκ ἦσαν αὐτῷ υἱοί. τῷ Κείς· υἱοὶ τοῦ Κεὶς Ἰραμαήλ. καὶ υἱοὶ τοῦ Μοουσεὶ Μοολλεὶ καὶ Ἠλὰ καὶ Ἀρειμώθ. οὗτοι υἱοὶ τῶν Λευειτῶν κατ᾽ οἴκους πατριῶν αὐτῶν. καὶ ἔλαβον καὶ αὐτοὶ κλήρους καθὼς οἱ ἀδελφοὶ αὐτῶν υἱοὶ Ἀαρὼν ἐναντίον τοῦ βασιλέως καὶ Σαδὼκ καὶ Ἀχειμέλεχ καὶ ἄρχων τῶν πατριῶν τῶν ἱερέων καὶ τῶν Λευειτῶν πατριάρχαι Ἁραάβ, καθὼς οἱ ἀδελφοὶ αὐτοῦ οἱ νεώτεροι.

Tap any verse to see what it echoes — and start a chain or echo from it.