Echo Scripture

1 Chronicles 23

Read in English (BSB) — 1 Chronicles 23

Καὶ Δαυεὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσεν Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντ᾽ αὐτοῦ ἐπὶ Ἰσραήλ. καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας. καὶ ἠρίθμησαν οἱ Λευεῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας· ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι, καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ. καὶ διεῖλεν αὐτοὺς Δαυεὶδ ἐφημερίας τοῖς υἱοῖς Λευεί, τῷ Γεδσών, Καάθ, Μαραρεί· καὶ τῷ Παροσώμ, τῷ Ἐδὰν καὶ τῷ Σεμεεί. υἱοὶ τῷ Ἐδάν· ὁ ἄρχων Ἰὴλ καὶ Ζεθὸμ καὶ Ἰωήλ. καὶ τρεῖς υἱοὶ Σεμεεί· Ἀλωθεὶμ καὶ Εἱειὴλ καὶ Αἱδάν, τρεῖς· οὗτοι ἄρχοντες πατριῶν τῶν Ἐδάν. καὶ τοῖς υἱοῖς Σεμεεί· Ἰὲθ καὶ Ζιζὰ καὶ Ἰῶας καὶ Βεριά· οὗτοι υἱοὶ Σεμεεί, τέσσαρες. καὶ ἦν Ἰὲθ ὁ ἄρχων, καὶ Ζιζὰ ὁ δεύτερος· καὶ Ἰῶας καὶ Βεριὰ οὐκ ἐπλήθυνεν υἱούς, καὶ ἐγένετο εἰς οἶκον πατριᾶς εἰς ἐπίσκεψιν μίαν. υἱοὶ Καάθ· Ἀμβράμ, Ἰσσαάρ, Χεβρών, Ὀζειήλ, τέσσαρες. υἱοὶ Ἀμβράμ· Ἀαρὼν καὶ Μωσῆς. καὶ διεστάλη Ἀαρὼν τοῦ ἁγιασθῆναι ἅγια ἁγίων αὐτὸς καὶ οἱ υἱοὶ αὐτοῦ ἕως αἰῶνος, τοῦ θυμιᾷν ἐναντίον τοῦ κυρίου, λειτουργεῖν καὶ ἐπεύχεσθαι ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἕως αἰῶνος. καὶ Μωυσῆς ἄνθρωπος τοῦ θεοῦ, υἱοὶ αὐτοῦ ἐκλήθησαν εἰς φυλὴν τοῦ Λευεί. υἱοὶ Μωυσῆ· Γηρσὰμ καὶ Ἐλιέζερ. υἱοὶ Γηρσάμ· Σουβαὴλ ὁ ἄρχων. καὶ ἦσαν υἱοὶ τῷ Ἐλιέζερ Ῥααβιὰ ὁ ἄρχων, καὶ οὐκ ἦσαν υἱοὶ ἕτεροι· καὶ υἱοὶ Ῥααβιὰ ηὐξήθησαν εἰς ὕψος. υἱοὶ Ἰσσαάρ· Σαλωμὼθ ὁ ἄρχων. υἱῶν Χεβρών· Ἰδοὺδ ὁ ἄρχων, Ἀμαδιὰ ὁ δεύτερος, Ὀζιὴλ ὁ τρίτος, Ἰκεμίας ὁ τέταρτος. υἱοὶ Ὀζιήλ· Μειχᾶς ὁ ἄρχων καὶ Ἰσειὰ ὁ δεύτερος. υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὀμουσεί· υἱοὶ Μοήλ· Ἐλεαζὰρ καὶ Κείς. καὶ ἀπέθανεν Ἐλεαζάρ, καὶ οὐκ ἦσαν αὐτῷ υἱοὶ ἀλλ᾽ ἢ θυγατέρες, καὶ ἔλαβον αὐτὰς υἱοὶ Κεὶς ἀδελφοὶ αὐτῶν. υἱοὶ Μουσεί· Μοολεὶ καὶ Αἶδαθ καὶ Ἀρειμώθ, τρεῖς. οὗτοι υἱοὶ Λευεὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν, ἄρχοντες τῶν πατριῶν αὐτῶν κατὰ τὴν ἐπίσκεψιν αὐτῶν κατὰ τὸν ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν, ποιοῦντες τὰ ἔργα λειτουργίας οἴκου Κυρίου ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω. ὅτι εἶπεν Δαυείδ Κατέπαυσεν Κύριος ὁ θεὸς Ἰσραὴλ τῷ λαῷ αὐτοῦ, καὶ κατεσκήνωσεν ἐν Ἰερουσαλὴμ ἕως αἰῶνος. καὶ οἱ Λευεῖται οὐκ ἦσαν αἴροντες τὴν σκηνὴν καὶ τὰ πάντα σκεύη αὐτῆς εἰς τὴν λειτουργίαν αὐτῆς· ὅτι ἐν τοῖς λόγοις Δαυεὶδ τοῖς ἐσχάτοις ἐστὶν ὁ ἀριθμὸς υἱῶν Λευεὶ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὅτι ἔστησεν αὐτοὺς ἐπὶ χεῖρα Ἀαρὼν τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου ἐπὶ τὰς αὐλὰς καὶ ἐπὶ τὰ παστοφόρια, καὶ ἐπὶ τὸν καθαρισμὸν τῶν πάντων ἁγίων, καὶ ἐπὶ τὰ ἔργα λειτουργίας τοῦ θεοῦ· εἰς τοὺς ἄρτους τῆς προθέσεως, εἰς τὴν σεμίδαλιν τῆς θυσίας, καὶ εἰς τὰ λάγανα τὰ ἄζυμα, καὶ εἰς τήγανον, καὶ εἰς τὴν πεφυραμένην, καὶ εἰς πᾶν μέτρον· καὶ τοῦ στῆναι πρωὶ τοῦ αἰνεῖν, ἐξομολογεῖσθαι τῷ κυρίῳ, καὶ οὕτως τὸ ἑσπέρας· καὶ ἐπὶ πάντων τῶν ἀναφερομένων ὁλοκαυτωμάτων τῷ κυρίῳ ἐν τοῖς σαββάτοις καὶ ἐν ταῖς νεομηνίαις καὶ ἐν ταῖς ἑορταῖς, κατὰ ἀριθμόν, κατὰ τὴν κρίσιν ἐπ᾽ αὐτοῖς διὰ παντὸς τῷ κυρίῳ. καὶ φυλάξουσιν τὰς φυλακὰς σκηνῆς τοῦ μαρτυρίου καὶ τὰς φυλακὰς υἱῶν Ἀαρὼν ἀδελφῶν αὐτῶν, τοῦ λειτουργεῖν ἐν οἴκῳ Κυρίου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.