Echo Scripture

1 Chronicles 13

Read in English (BSB) — 1 Chronicles 13

Καὶ ἐβουλεύσατο Δαυεὶδ μετὰ τῶν χιλιάρχων καὶ τῶν ἑκατοντάρχων παντὶ ἡγουμένῳ· καὶ εἶπεν Δαυεὶδ πάσῃ ἐκκλησίᾳ Ἰσραήλ Εἰ ἐφ᾽ ὑμῖν ἀγαθὸν καὶ παρὰ Κυρίου θεοῦ ἡμῶν εὐωδώθη, ἀποστείλωμεν πρὸς τοὺς ἀδελφοὺς ὑμῶν τοὺς ὑπολελειμμένους ἐν πάσῃ γῇ Ἰσραήλ, καὶ μετ᾽ αὐτῶν οἱ ἱερεῖς οἱ Λευεῖται ἐν πόλεσιν κατασχέσεως αὐτῶν, καὶ συναχθήσονται πρὸς ἡμᾶς, καὶ μετενέγκωμεν τὴν κιβωτὸν τοῦ θεοῦ ἡμῶν πρὸς ἡμᾶς· ὅτι οὐκ ἐζήτησαν αὐτὴν ἀφ᾽ ἡμερῶν Σαούλ. καὶ εἶπεν πᾶσα ἡ ἐκκλησία τοῦ ποιῆσαι οὕτως, ὅτι εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς παντὸς τοῦ λαοῦ. καὶ ἐκκλησίασεν Δαυεὶδ τὸν πάντα Ἰσραὴλ ἀπὸ ὁρίων Αἰγύπτου καὶ ἕως εἰσόδου Ἡμὰθ τοῦ εἰσενέγκαι τὴν κιβωτὸν τοῦ θεοῦ ἐκ πόλεως Ἰαρείμ. καὶ ἀνήγαγεν αὐτὴν Δαυείδ· καὶ πᾶς Ἰσραὴλ ἀνέβη εἰς πόλιν Δαυείδ, ἣ ἦν τοῦ Ἰούδα, τοῦ ἀναγαγεῖν ἐκεῖθεν τὴν κιβωτὸν τοῦ θεοῦ Κυρίου καθημένου ἐπὶ χερουβεὶν οὗ ἐπεκλήθη ὄνομα αὐτοῦ. καὶ ἐπέθηκαν τὴν κιβωτὸν τοῦ θεοῦ ἐπὶ ἅμαξαν καινὴν ἐξ οἴκου Ἀμειναδάβ· καὶ Ὀζὰ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἦγον τὴν ἅμαξαν. καὶ Δαυεὶδ καὶ πᾶς Ἰσραὴλ παίζοντες ἐναντίον τοῦ θεοῦ ἐν πάσῃ δυνάμει, καὶ ἐν ψαλτῳδοῖς καὶ ἐν κινύραις καὶ ἐν νάβλαις, ἐν τυμπάνοις καὶ ἐν κυμβάλοις καὶ ἐν σάλπιγξιν. καὶ ἤλθοσαν ἕως τῆς ἅλωνος· καὶ ἐξέτεινεν Ὀζὰ τὴν χεῖρα αὐτοῦ τοῦ κατασχεῖν τὴν κιβωτόν, καὶ ἐξέκλινεν αὐτὴν ὁ μόσχος. καὶ ἐθυμώθη Κύριος ἐπὶ Ὀζά, καὶ ἐπάταξεν αὐτὸν ἐκεῖ διὰ τὸ ἐκτεῖναι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν κιβωτόν· καὶ ἀπέθανεν ἐκεῖ ἀπέναντι τοῦ θεοῦ. καὶ ἠθύμησεν Δαυεὶδ ὅτι διέκοψεν Κύριος διακοπὴν ἐν Ὀζά, καὶ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον Διακοπὴ Ὀζὰ ἕως τῆς ἡμέρας ταύτης. καὶ ἐφοβήθη Δαυεὶδ τὸν θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων Πῶς εἰσοίσω τὴν κιβωτὸν τοῦ θεοῦ πρὸς ἐμαυτόν; καὶ οὐκ ἀπέστρεψεν Δαυεὶδ τὴν κιβωτὸν πρὸς ἑαυτὸν εἰς πόλιν Δαυείδ, καὶ ἐξέκλινεν αὐτὴν εἰς οἶκον Ἀβεδδαρὰ τοῦ Γεθθαίου. καὶ ἐκάθισεν ἡ κιβωτὸς τοῦ θεοῦ ἐν οἴκῳ Ἀβεδδαρὰ τρεῖς μῆνας· καὶ εὐλόγησεν ὁ θεὸς Ἀβεδδαρὰμ καὶ πάντα τὰ αὐτοῦ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.