Echo Scripture

1 Chronicles 12

Read in English (BSB) — 1 Chronicles 12

Καὶ οὗτοι οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Σωκλά, ἔτι συνεχομένου ἀπὸ προσώπου Σαοὺλ υἱοῦ Κείς. καὶ οὗτοι ἐν τοῖς δυνατοῖς βοηθοῦντες ἐν πολέμῳ, καὶ τόξῳ ἐκ δεξιῶν καὶ ἐξ ἀριστερῶν, καὶ σφενδονῆται ἐν λίθοις καὶ τόξοις, ἐν τοῖς ἀδελφοῖς Σαοὺλ ἐκ Βενιαμείν· ὁ ἄρχων Ἀχιέζερ, καὶ Ἰωὰ ὁ υἱὸς Ἀμὰ τοῦ Γεβωθείτου, καὶ Ἰωὴλ καὶ Ἰωφάλητ υἱοὶ Ἀσμώθ, καὶ Βερχειά, καὶ Ἰηοὺλ ὁ Ἀναθωθεί, καὶ Σαμαίας ὁ Γαβαωνείτης δυνατὸς ἐν τοῖς τριάκοντα καὶ ἐπὶ τῶν τριάκοντα, Ἰερμίας καὶ Ἰεζὴλ καὶ Ἰωανὰν καὶ Ἰωαζαβὰβ ὁ Γαδαραθειείμ, Ἀζαὶ καὶ Ἀρειμοὺθ καὶ Βαδαιὰ καὶ Σαμαραιὰ καὶ Σαφατιὰ ὁ Χαραιφεί, Ἠλκανὰ καὶ Ἰησουνεὶ καὶ Ὀζρειὴλ καὶ Ἰωζάρα, Καινὰ καὶ Σοβοκὰμ καὶ οἱ Κορεῖται, καὶ Ἐλιὰ καὶ Ζαβιδιὰ υἱοὶ Ῥαὰμ καὶ οἱ τοῦ Γεδώρ. καὶ ἀπὸ τοῦ Γεδδεὶ ἐχωρίσθησαν πρὸς Δαυεὶδ ἀπὸ τῆς ἐρήμου ἰσχυροὶ δυνατοὶ ἄνδρες παρατάξεως πολέμου, αἴροντες θυρεοὺς καὶ δόρατα, καὶ πρόσωπον λέοντος πρόσωπα αὐτῶν, καὶ κοῦφοι ὡς δορκάδες ἐπὶ τῶν ὀρέων τῷ τάχει· Ἄζα ὁ ἄρχων, Ἀβδειὰ ὁ δεύτερος, Ἐλιὰβ ὁ τρίτος, Μασεμμανὴ ὁ τέταρτος, Ἰερεμειὰ ὁ πέμπτος, Ἐθοὶ ὁ ἕκτος, Ἐλιὰβ ὁ ἕβδομος, Ἰωὰν ὁ ὄγδοος, Ἐλιαζὲρ ὁ ἔνατος, Ἰερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος. οὗτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἷς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις. οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνατολῶν ἕως δυσμῶν. καὶ ἦλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ. καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθ᾽ ἑαυτὴν ἐφ᾽ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο. καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τριάκοντα, καὶ εἶπεν Πορεύου καὶ ὁ λαός σου, Δαυεὶδ υἱὸς Ἰεσσαί· εἰρήνη εἰρήνη σοι, καὶ εἰρήνη τοῖς βοηθοῖς σου· ὅτι ἐβοήθησέν σοι ὁ θεός σου. καὶ προσεδέξατο αὐτοὺς Δαυείδ, καὶ κατέστησεν αὐτοὺς ἄρχοντας τῶν δυνάμεων. καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ. ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή. καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει, ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ. Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου. υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἓξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως. τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν. τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι· καὶ Τωαδὰς ὁ ἡγούμενος τῷ Ἀαρών, καὶ μετ᾽ αὐτοῦ τρεῖς χιλιάδες καὶ ἑπτακόσιοι· καὶ Σαδὼκ νέος δυνατὸς ἰσχύι, καὶ τῆς πατρικῆς οἰκίας αὐτοῦ ἄρχοντες εἴκοσι δύο. καὶ τῶν υἱῶν Βενιαμεὶν τῶν ἀδελφῶν Σαοὺλ τρεῖς χιλιάδες· καὶ ἔτι τὸ πλεῖστον αὐτῶν ἀπεσκόπει τὴν φυλακὴν οἴκου Σαούλ. καὶ ἀπὸ υἱῶν Ἐφράιμ εἴκοσι χιλιάδες καὶ ὀκτακόσιοι, δυνατοὶ ἰσχύι, ἄνδρες ὀνομαστοὶ κατ᾽ οἴκους πατριῶν αὐτῶν. καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ δέκα ὀκτὼ χιλιάδες, καὶ οἳ ὠνομάσθησαν ἐν ὀνόματι τοῦ βασιλεῦσαι τὸν Δαυείδ. καὶ ἀπὸ τῶν υἱῶν Ἰσσαχὰρ γινώσκοντες σύνεσιν εἰς τοὺς καιρούς, γινώσκοντες τί ποιήσαι Ἰσραήλ, διακόσιοι, καὶ πάντες ἀδελφοὶ αὐτῶν μετ᾽ αὐτῶν. καὶ ἀπὸ Ζαβουλὼν ἐκπορευόμενοι εἰς παράταξιν πολέμου ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς πεντήκοντα χιλιάδες, βοηθῆσαι τῷ Δαυεὶδ οὐ χεροκένως. καὶ ἀπὸ Νεφθαλεὶ ἄρχοντες χίλιοι, καὶ μετ᾽ αὐτῶν ἐν θυρεοῖς καὶ δόρασιν τριάκοντα ἑπτὰ χιλιάδες. καὶ ἀπὸ τῶν Δανειτῶν παρατασσόμενοι εἰς πόλεμον εἴκοσι ὀκτὼ χιλιάδες καὶ ὀκτακόσιοι. καὶ ἀπὸ τοῦ Ἀσὴρ ἐκπορευόμενοι βοηθῆσαι εἰς πόλεμον τεσσεράκοντα χιλιάδες. καὶ ἐκ πέραν τοῦ Ἰορδάνου ἀπὸ Ῥουβὴν καὶ Γαδδεὶ καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσὴ ἐν πᾶσιν σκεύεσιν πολεμικοῖς ἑκατὸν εἴκοσι χιλιάδες. πάντες οὗτοι ἄνδρες πολεμισταὶ παρατασσόμενοι παράταξιν ἐν ψυχῇ εἰρηνικῇ, καὶ ἦλθον εἰς Χεβρὼν τοῦ βασιλεῦσαι τὸν Δαυεὶδ ἐπὶ πάντα Ἰσραήλ· καὶ ὁ κατάλοιπος Ἰσραὴλ ψυχὴ μία τοῦ βασιλεῦσαι τὸν Δαυείδ. καὶ ἦσαν ἐκεῖ ἡμέρας τρεῖς ἐσθίοντες καὶ πίνοντες, ὅτι ἡτοίμασαν οἱ ἀδελφοὶ αὐτῶν. καὶ οἱ ὁμοροῦντες αὐτοῖς ἕως Ἰσσαχὰρ καὶ Ζαβουλὼν καὶ Νεφθαλεὶ ἔφερον αὐτοῖς ἐπὶ τῶν καμήλων καὶ τῶν ὄνων καὶ τῶν ἡμιόνων καὶ ἐπὶ τῶν μόσχων βρώματα, ἄλευρα, παλάθας, σταφίδας, οἶνον καὶ ἔλαιον, μόσχους καὶ πρόβατα εἰς πλῆθος, ὅτι εὐφροσύνη ἐν Ἰσραήλ.

Tap any verse to see what it echoes — and start a chain or echo from it.