Echo Scripture

Zechariah 12

Read in English (BSB) — Zechariah 12

Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ. Λέγει Κύριος, ἐκτείνων οὐρανόν, καὶ θεμελιῶν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ ἔσται περιοχὴ ἐπὶ Ἰερουσαλήμ. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τὴν Ἰερουσαλὴμ λίθον καταπατούμενον πᾶσιν τοῖς ἔθνεσιν· πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσεται ἐπ᾽ αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Παντοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει, ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώσει. καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα ἐν ταῖς καρδίαις αὐτῶν Εὑρήσομεν ἑαυτοῖς τοὺς κατοικοῦντας Ἰερουσαλὴν ἐν Κυρίῳ Παντοκράτορι θεῷ αὐτῶν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρχους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμπάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν, καὶ κατοικήσει Ἰερουσαλὴμ ἔτι καθ᾽ ἑαυτὴν ἐν Ἰερουσαλήμ. καὶ σώσει Κύριος τὰ σκηνώματα Ἰούδα καθὼς ἀπ᾽ ἀρχῆς, ὅπως μὴ μεγαλύνηται καύχημα οἴκου Δαυεὶδ καὶ ἐπάρσεις τῶν κατοικούντων Ἰερουσαλὴμ ἐπὶ τὸν Ἰούδαν. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων Ἰερουσαλήμ· καὶ ἔσται ὁ ἀσθενῶν ἐν αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὡς Δαυείδ, ὁ δὲ οἶκος Δαυεὶδ ὡς οἶκος θεοῦ, ὡς ἄγγελος Κυρίου ἐνώπιον αὐτῶν. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἰερουσαλήμ, καὶ ἐκχεῶ ἐπὶ τὸν οἶκον Δαυεὶδ καὶ ἐπὶ τοὺς κατοικοῦντας Ἰερουσαλὴμ πνεῦμα χάριτος καὶ οἰκτιρμοῦ· καὶ ἐπιβλέψονται πρὸς μὲ ἀνθ᾽ ὧν κατωρχήσαντο, καὶ κόψονται ἐπ᾽ αὐτὸν κοπετὸν ὡς ἐπ᾽ ἀγαπητῷ, καὶ ὀδυνηθήσονται ὀδύνην ὡς ἐπὶ τῷ πρωτοτόκῳ. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς ἐν Ἰερουσαλὴμ ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου, καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς φυλάς· φυλὴ οἴκου Δαυεὶδ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Ναθὰν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ οἴκου Λευεὶ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς. πᾶσαι αἱ ὑπολελιμμέναι φυλαί, φυλὴ καθ᾽ ἑαυτήν, καὶ αἱ γυναῖκες αὐτῶν καθ᾽ ἑαυτάς.

Tap any verse to see what it echoes — and start a chain or echo from it.