Echo Scripture

Tobit 8

Ὅτε δὲ συνετέλεσαν δειπνοῦντες, εἰσήγαγον Τωβείαν πρὸς αὐτήν. ὁ δὲ πορευόμενος ἐμνήσθη τῶν λόγων Ῥαφαήλ, καὶ ἔλαβεν τὴν τέφραν τῶν θυμιαμάτων καὶ ἐπέθηκεν τὴν καρδίαν τοῦ ἰχθύος καὶ τὸ ἧπαρ, καὶ ἐκάπνισεν. ὅτε δὲ ὠσφράνθη τὸ δαιμόνιον τῆς ὀσμῆς, ἔφυγεν εἰς τὰ ἀνώτατα Αἰγύπτου, καὶ ἔδησεν αὐτὸ ὁ ἄγγελος. ὡς δὲ συνεκλείσθησαν ἀμφότεροι, ἀνέστη Τωβείας ἀπὸ τῆς κλίνης καὶ εἶπεν Ἀνάστηθι, ἀδελφή, καὶ προσευξώμεθα ἵνα ἡμᾶς ἐλεήσῃ ὁ κύριος. καὶ ἤρξατο Τωβίας λέγειν Εὐλογητὸς εἶ ὁ θεὸς τῶν πατέρων ἡμῶν, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔνδοξον εἰς τοὺς αἰῶνας· εὐλογησάτωσάν σε οἱ οὐρανοὶ καὶ πᾶσαι αἱ κτίσεις σου. σὺ ἐποίησας Ἀδάμ, καὶ ἔδωκας αὐτῷ βοηθὸν Εὕαν στήριγμα τὴν γυναῖκα αὐτοῦ· ἐκ τούτων ἐγενήθη τὸ ἀνθρώπων σπέρμα. σὺ εἶπας Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν ὅμοιον αὐτῷ. καὶ νῦν, Κύριε, οὐ διὰ πορνείαν ἐγὼ λαμβάνω τὴν ἀδελφήν μου ταύτην, ἀλλ᾽ ἐπ᾽ ἀληθείας· ἐπίταξον ἐλεῆσαί με καὶ αὐτῇ συνκαταγηρᾶσαι. καὶ εἶπεν μετ᾽ αὐτοῦ Ἀμήν. καὶ ἐκοιμήθησαν ἀμφότεροι τὴν νύκτα. Καὶ ἀναστὰς Ῥαγουὴλ ἐπορεύθη καὶ ὤρυξεν τὰφον, λέγων Μὴ καὶ οὗτος ἀποθάνῃ. καὶ ἦλθεν Ῥαγουὴλ εἰς τὴν οἰκίαν ἑαυτοῦ, καὶ εἶπεν Ἔδνᾳ τῇ γυναικὶ αὐτοῦ Ἀπόστειλον μίαν τῶν παιδισκῶν, καὶ εἰδέτωσαν εἰ ζῇ· εἰ δὲ μή, ἵνα θάψωμεν αὐτὸν καὶ μηδεὶς γνῷ. καὶ εἰσῆλθεν ἡ παιδίσκη ἀνοίξασα τὴν θύραν, καὶ εὗρεν τοὺς δύο καθεύδοντας. καὶ ἐξελθοῦσα ἀπήγγειλεν αὐτοῖς ὅτι ζῇ. Καὶ εὐλόγησεν Ῥαγουὴλ τὸν θεὸν λέγων Εὐλογητὸς εἶ σὺ ὁ θεὸς ἐν πάσῃ εὐλογίᾳ· καὶ εὐλογείτωσάν σε οἱ ἅγιοί σου καὶ πᾶσαι αἱ κτίσεις σου, πάντες οἱ ἄγγελοί σου καὶ οἱ ἐκλεκτοί σου εὐλογείτωσάν σε εἰς τοὺς αἰῶνας. εὐλογητὸς εἶ ὅτι ηὔφρανάς με, καὶ οὐκ ἐγένετό μοι καθὼς ὑπενόουν, ἀλλὰ κατὰ τὸ πολὺ ἔλεός σου ἐποίησας μεθ᾽ ἡμῶν. εὐλογητὸς εἶ ὅτι ἠλέησας δύο μονογενεῖς· ποίησον αὐτοῖς, δέσποτα, ἔλεος, συντέλεσον τὴν ζωὴν αὐτῶν ἐν ὑγείᾳ μετὰ εὐφροσύνης καὶ ἐλέους. ἐκέλευσεν δὲ τοῖς οἰκέταις χῶσαι τὸν τάφον. Καὶ ἐποίησεν αὐτοῖς γάμον ἡμερῶν δέκα τεσσάρων. καὶ εἶπεν αὐτῷ Ῥαγουὴλ πρὶν ἢ συντελεσθῆναι τὰς ἡμέρας τοῦ γάμου ἐνόρκως, μὴ ἐξελθεῖν αὐτὸν ἐὰν μὴ πληρωθῶσιν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου, καὶ τότε λαβόντα τὸ ἥμισυ τῶν ὑπαρχόντων αὐτοῦ πορεύεσθαι μετὰ ὑγείας πρὸς τὸν πατέρα· καὶ τὰ λοιπὰ ὅταν ἀποθάνω καὶ ἡ γυνή μου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.