Echo Scripture

Tobit 5

Καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ Πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι. ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν; καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ Ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον. καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρεν Ῥαφαὴλ ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· καὶ εἶπεν αὐτῷ Εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδείας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων; καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος Πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. καὶ εἶπεν αὐτῷ Τωβίας Ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί. καὶ εἶπεν αὐτῷ Πορεύου καὶ μὴ χρονίσῃς. Καὶ εἰσελθὼν εἶπεν τῷ πατρί Ἰδοὺ εὕρηκα ὃς συνπορεύσεταί μοι. ὁ δὲ εἶπεν Φώνησον αὐτὸν πρὸς μέ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. καὶ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθεν, καὶ ἠσπάσαντο ἀλλήλους. καὶ εἶπεν αὐτῷ Τωβείτ Ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ; ὑπόδειξόν μοι. καὶ εἶπεν αὐτῷ Φυλὴν καὶ πατριὰν σὺ ζητεῖς, ἢ μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβείτ Βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. ὃς δὲ εἶπεν Ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. καὶ εἶπεν αὐτῷ Ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἁνανίαν καὶ Ἰαθὰν τοὺς υἱοὺς Σεμεοῦ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἰεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ, ἀδελφέ. ἀλλ᾽ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου; καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε. εὐδόκησαν οὕτως· καὶ εἶπεν πρὸς Τωβίαν Ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ Πορεύου μετὰ τοῦ ἀνθρώπου· ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συνπορευθήτω ὑμῖν. καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾽ αὐτῶν. Ἔκλαυσεν δὲ Ἅννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπεν πρὸς Τωβείτ Τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν; ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο. ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. καὶ εἶπεν αὐτῇ Τωβείτ Μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν. ἄγγελος γὰρ ἀγαθὸς συνπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.

Tap any verse to see what it echoes — and start a chain or echo from it.