Echo Scripture

Tobit 10

Καὶ Τωβεὶτ ὁ πατὴρ αὐτοῦ ἐλογίσατο ἑκάστης ἡμέρας· καὶ ὡς ἐπληρώθησαν αἱ ἡμέραι τῆς πορείας καὶ οὐκ ἤρχετο, εἶπεν Μή ποτε κατῄσχυνται; ἢ μή ποτε ἀπέθανεν Γαβαήλ, καὶ οὐδεὶς δίδωσιν αὐτῷ τὸ ἀργύριον; καὶ ἐλυπεῖτο λίαν. εἶπεν δὲ αὐτῷ ἡ γυνή Ἀπώλετο τὸ παιδίον, διότι κεχρόνικεν· καὶ ἤρξατο θρηνεῖν αὐτὸν καὶ εἶπεν Οὐ μέλει μοι, τέκνον, ὅτι ἀφῆκά σε τὸ φῶς τῶν ὀφθαλμῶν μου; καὶ Τωβεὶτ λέγει αὐτῇ Σίγα, μὴ λόγον ἔχε, ὑγιαίνει. καὶ εἶπεν αὐτῷ Σίγα, μὴ πλάνα με· ἀπώλετο τὸ παιδίον μου. καὶ ἐπορεύετο καθ᾽ ἡμέραν εἰς τὴν ὁδὸν ἔξω οἵας ἀπῆλθεν, ἡμέρας τε ἄρτον οὐκ ἤσθιεν, τὰς δὲ νύκτας οὐ διελίμπανεν θρηνοῦσα Τωβείαν τὸν υἱὸν αὐτῆς, ἕως οὗ συνετελέσθησαν αἱ δέκα τέσσαρες ἡμέραι τοῦ γάμου ἃς ὤμοσεν Ῥαγουὴλ ποιῆσαι αὐτὸν ἐκεῖ. Εἶπεν δὲ Τωβείας τῷ Ῥαγουήλ Ἐξαπόστειλόν με, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου οὐκέτι ἐλπίζουσιν ὄψεσθαί με. εἶπεν δὲ αὐτῷ ὁ πενθερός Μεῖνον παρ᾽ ἐμοί, κἀγὼ ἐξαποστελῶ πρὸς τὸν πατέρα σου καὶ δηλώσουσιν αὐτῷ τὰ κατὰ σέ. καὶ Τωβείας λέγει Ἐξαπόστειλόν με πρὸς τὸν πατέρα μου. ἀναστὰς δὲ Ῥαγουὴλ ἔδωκεν αὐτῷ Σάρραν τὴν γυναῖκα αὐτοῦ καὶ τὰ ἥμισυ τῶν ὑπαρχόντων, σώματα καὶ κτήνη, ἀργύριον· καὶ εὐλογήσας αὐτοὺς ἐξαπέστειλεν λέγων Εὐοδώσει ὑμᾶς, τέκνα, ὁ θεὸς τοῦ οὐρανοῦ πρὸ τοῦ μὲ ἀποθανεῖν. καὶ εἶπεν τῇ θυγατρὶ αὐτοῦ Τίμα τοὺς πενθερούς σου, αὐτοὶ νῦν γονεῖς σού εἰσιν· ἀκούσαιμί σου ἀκοὴν καλήν. καὶ ἐφίλησεν αὐτήν. καὶ Ἔδνα εἶπεν πρὸς Τωβείαν Ἀδελφὲ ἀγαπητέ, ἀποκαταστήσει σε ὁ κύριος τοῦ οὐρανοῦ, καὶ δῴη μοι ἰδεῖν σου παιδία ἐκ Σάρρας τῆς θυγατρός μου, ἵνα εὐφρανθῶ ἐνώπιον τοῦ κυρίου· καὶ ἰδοὺ παρατίθεμαί σοι τὴν θυγατέρα μου ἐν παρακαταθήκῃ, μὴ λυπήσῃς αὐτήν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.