Echo Scripture

Tobit 1

ΒΙΒΛΟΣ λόγων Τωβεὶτ τοῦ Τωβιὴλ τοῦ Ἁνανιὴλ τοῦ Ἀδουὴλ τοῦ Γαβαήλ, ἐκ τοῦ σπέρματος Ἀσιήλ, ἐκ τῆς φυλῆς Νεφθαλείμ, ὃς ᾐχμαλωτεύθη ἐν ἡμέραις Ἐνεμεσσάρου τοῦ βασιλέως Ἀσσυρίων ἐκ Θίσβης, ἥ ἐστιν ἐκ δεξιῶν Κυδιὼς τῆς Νεφθαλεὶμ ἐν τῇ Γαλειλαίᾳ ὑπεράνω Ἀσήρ. Ἐγὼ Τωβεὶτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ δικαιοσύνῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ἐλεημοσύνας πολλὰς ἐποίησα τοῖς ἀδελφοῖς μου καὶ τῷ ἔθνει τοῖς προπορευθεῖσιν μετ᾽ ἐμοῦ εἰς χώραν Ἀσσυρίων εἰς Νινευή. καὶ ὅτε ἤμην ἐν τῇ χώρᾳ μου ἐν τῇ γῇ Ἰσραήλ, νεωτέρου μου ὄντος, πᾶσα φυλὴ τοῦ Νεφθαλεὶμ τοῦ πατρός μου ἀπέστη ἀπὸ τοῦ οἴκου Ἰεροσολύμων, τῆς ἐκλεγείσης ἀπὸ πασῶν τῶν φυλῶν Ἰσραὴλ εἰς τὸ θυσιάζειν πάσας τὰς φυλάς· καὶ ἡγιάσθη ὁ ναὸς τῆς κατασκηνώσεως τοῦ ὑψίστου καὶ ᾠκοδομήθη εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος· καὶ πᾶσαι αἱ φυλαὶ αἱ συναποστᾶσαι ἔθυον τῇ Βάαλ τῇ δαμάλει, καὶ ὁ οἶκος Νεφθαλεὶμ τοῦ πατρός μου. κἀγὼ μόνος ἐπορευόμην πλεονάκις ἐν Ἰεροσολύμοις ταῖς ἑορταῖς, καθὼς γέγραπται παντὶ τῷ Ἰσραὴλ ἐν προστάγματι αἰωνίῳ, τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ τὰς προκουρίας ἔχων· καὶ ἐδίδουν αὐτὰς τοῖς ἱερεῦσιν τοῖς υἱοῖς Ἀαρὼν πρὸς τὸ θυσιαστήριον τῶν γενημάτων· τὴν δεκάτην ἐδίδουν τοῖς υἱοῖς Λευεὶ τοῖς θεραπεύουσιν εἰς Ἰερουσαλήμ, καὶ τὴν δευτέραν δεκάτην ἀπεπρατιζόμην, καὶ ἐπορευόμην καὶ ἐδαπάνων αὐτὰ ἐν Ἰεροσολύμοις καθ᾽ ἕκαστον ἐνιαυτόν· καὶ τὴν τρίτην ἐδίδουν οἷς καθήκει, καθὼς ἐνετείλατο Δεββώρα ἡ μήτηρ τοῦ πατρός μου, διότι ὀρφανὸς κατελείφθην ὑπὸ τοῦ πατρός μου. καὶ ὅτε ἐγενόμην ἀνήρ, ἔλαβον Ἅνναν γυναῖκα ἐκ τοῦ σπέρματος τῆς πατριᾶς ἡμῶν, καὶ ἐγέννησα ἐξ αὐτῆς Τωβίαν. καὶ ὅτε ᾐχμαλωτίσθημεν εἰς Νινευή, πάντες οἱ ἀδελφοί μου καὶ οἱ ἐκ τοῦ γένους ἤσθιον ἐκ τῶν ἄρτων τῶν ἐθνῶν· ἐγὼ δὲ συνετήρησα τὴν ψυχήν μου μὴ φαγεῖν, καθότι ἐμεμνήμην τοῦ θεοῦ ἐν ὅλῃ τῇ ψυχῇ μου. καὶ ἔδωκεν ὁ ὕψιστος χάριν καὶ μορφὴν ἐνώπιον Ἐνεμεσσάρου, καὶ ἤμην αὐτοῦ ἀγοραστής. ἐπορευόμην εἰς τὴν Μηδίαν, καὶ παρεθέμην Γαβαήλῳ τῷ ἀδελφῷ Γαβρία ἐν Ῥάγοις τῆς Μηδίας ἀργυρίου τάλαντα δέκα. Καὶ ὅτε ἀπέθανεν Ἐνεμεσσάρ, ἐβασίλευσεν Ἀχηρεὶλ ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ αἱ ὁδοί αὐτοῦ ἠκαταστάτησαν καὶ οὐκέτι ἠδυνάσθην πορευθῆναι εἰς τὴν Μηδείαν. καὶ ἐν ταῖς ἡμέραις Ἐνεμεσσάρου ἐλεημοσύνας πολλὰς ἐποίουν τοῖς ἀδελφοῖς μου· τοὺς ἄρτους μου ἐδίδουν τοῖς πεινῶσιν καὶ ἱμάτια τοῖς γυμνοῖς, καὶ εἴ τινα ἐκ τοῦ γένους μου ἐθεώρουν τεθνηκότα καὶ ῥεριμμένον ὀπίσω τοῦ τείχους Νινευή, ἔθαπτον αὐτόν. καὶ εἴ τινα ἀπέκτεινεν Ἀχηρεὶλ ὁ βασιλεύς, ὅτε ἦλθεν φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ· καὶ ἐζητήθη ὑπὸ τοῦ βασιλέως τὰ σώματα, καὶ οὐχ εὑρέθη. πορευθεὶς δὲ εἷς τῶν ἐν Νινευὴ ὑπέδειξε τῷ βασιλεῖ περὶ ἐμοῦ ὅτι θάπτω αὐτούς, καὶ ἐκρύβην· ἐπιγνοὺς δὲ ὅτι ζητοῦμαι ἀποθανεῖν, φοβηθεὶς ἀνεχώρησα. καὶ διηρπάγη πάντα τὰ ὑπάρχοντά μου, καὶ οὐ κατελείφθη μοι οὐδὲν πλὴν Ἅννας τῆς γυναικός μου καὶ Τωβεὶτ τοῦ υἱοῦ μου. καὶ οὐ διῆλθον ἡμέραι πεντήκοντα ἕως οὗ ἀπέκτειναν αὐτὸν οἱ δύο υἱοὶ αὐτοῦ, καὶ ἔφυγον εἰς τὰ ὄρη Ἀραράθ· καὶ ἐβασίλευσεν Σαχερδονὸς ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ, καὶ ἔταξεν Ἀχιάχαρον τὸν Ἁναὴλ υἱὸν τοῦ ἀδελφοῦ μου ἐπὶ πᾶσαν τὴν ἐκλογιστείαν τῆς βασιλείας αὐτοῦ καὶ ἐπὶ πᾶσαν τὴν διοίκησιν. καὶ ἠξίωσεν Ἀχιάχαρος περὶ ἐμοῦ, καὶ ἦλθον εἰς Νινευή. Ἀχιάχαρος δὲ ἦν ὁ οἰνοχόος καὶ ἐπὶ τοῦ δακτυλίου καὶ διοικητὴς καὶ ἐκλογιστής, καὶ κατέστησεν αὐτὸν ὁ Σαχερδονός, υἱὸς ἐκ δευτέρας· ἦν δὲ ἐξάδελφός μου.

Tap any verse to see what it echoes — and start a chain or echo from it.