Τί ὄψεσθε ἐν τῇ Σουμανείτιδι; ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν. Ὡραιώθησαν διαβήματά σου ἐν ὑποδήμασιν, θύγατερ Ναδάβ. ῥυθμοὶ μηρῶν σου ὅμοιοι ὁρμίσκοις, ἔργον τεχνίτου. ὀμφαλός σου κρατὴρ τορευτός, μὴ ὑστερούμενος κρᾶμα· κοιλία σου θιμωνιὰ σίτου πεφραγμένη ἐν κρίνοις. δύο μαστοί σου ὡς δύο νεβροὶ δίδυμοι δορκάδος· ὁ τράχηλός σου ὡς πύργος ἐλεφάντινος. οἱ ὀφθαλμοί σου ὡς λίμναι ἐν Ἑσεβών, ἐν πύλαις θυγατρὸς πολλῶν. μυκτήρ σου ὡς πύργος τοῦ Λιβάνου σκοπεύων πρόσωπον Δαμασκοῦ. κεφαλή σου ἐπὶ σὲ ὡς Κάρμηλος, καὶ πλόκιον κεφαλῆς σου ὡς πορφύρα, βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. τί ὡραιώθης, καὶ τί ἡδύνθης, ἀγάπη, ἐν τρυφαῖς σου; τοῦτο μέγεθός σου· ὡμοιώθης τῷ φοίνικι, καὶ οἱ μαστοί σου τοῖς βότρυσιν. εἶπα Ἀναβήσομαι ἐπὶ τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ· καὶ ἔσονται δὴ μαστοί σου ὡς βότρυες τῆς ἀμπέλου, καὶ ὀσμὴ ῥινός σου ὡς μῆλα, καὶ ὁ λάρυγξ σου ὡς οἶνος ὁ ἀγαθός, πορευόμενος τῷ ἀδελφιδῷ μου εἰς εὐθύτητα, ἱκανούμενος χείλεσίν μου καὶ ὀδοῦσιν. Ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἐπ᾽ ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ. ἐλθέ, ἀδελφιδέ μου, ἐξέλθωμεν εἰς ἀγρόν, αὐλισθῶμεν ἐν κώμαις· ὀρθρίσωμεν εἰς ἀμπελῶνας, ἴδωμεν εἰ ἤνθησεν ἡ ἄμπελος, ἤνθησεν ὁ κυπρισμός, ἤνθησαν αἱ ῥόαι· ἐκεῖ δώσω τοὺς μαστούς μου σοί. οἱ μανδραγόραι ἔδωκαν ὀσμήν, καὶ ἐπὶ θύραις ἡμῶν πάντα ἀκρόδρυα, νέα πρὸς παλαιά, ἀδελφιδέ μου, ἐτήρησά σοι.
Song of Solomon 7
Read in English (BSB) — Song of Solomon 7 →Tap any verse to see what it echoes — and start a chain or echo from it.