καὶ μετὰ τοῦτον ἀνέστη Ναθὰν προφητεύειν ἐν ἡμέραις Δαυείδ. ὥσπερ στέαρ ἀφωρισμένον ἀπὸ σωτηρίου, οὕτως Δαυεὶδ ἀπὸ τῶν υἱῶν Ἰσραήλ. ἐν λέουσιν ἔπαιζεν ὡς ἐν ἐρίφοις, καὶ ἐν ἄρκοις ὡς ἐν ἄρνασι προβάτων. ἐν νεότητι αὐτοῦ οὐχὶ ἀπέκτεινεν γίγαντα, καὶ ἐξῆρεν ὀνειδισμὸν ἐκ λαοῦ ἐν τῷ ἐπᾶραι χεῖρα ἐν λίθῳ σφενδόνης καὶ καταβαλεῖν γαυρίαμα τοῦ Γολιάθ; ἐπεκαλέσατο γὰρ Κύριον τὸν ὕψιστον, καὶ ἔδωκεν ἐν τῇ δεξιᾷ αὐτοῦ κράτος, ἐξᾶραι ἄνθρωπον ἐν πολέμῳ· ἀνυψώσει κέρας λαοῦ αὐτοῦ. οὕτως ἐν μυριάσιν ἐδόξασεν αὐτόν, καὶ ᾔνεσεν αὐτὸν ἐν εὐλογίαις Κυρίου ἐν τῷ φέρεσθαι αὐτῷ διάδημα δόξης. ἐξέτριψεν γὰρ ἐχθροὺς κυκλόθεν, καὶ ἐξουδένωσεν Φυλιστιεὶμ τοὺς ὑπεναντίους ἕως σήμερον συνέτριψεν αὐτῶν κέρας. ἐν παντὶ ἔργῳ αὐτοῦ ἔδωκεν ἐξομολόγησιν ἁγίῳ Ὑψίστῳ, ῥήματι δόξης· ἐν πάσῃ καρδίᾳ αὐτοῦ ὕμνησεν καὶ ἠγάπησεν τὸν ποιήσαντα αὐτόν. καὶ ἔστησεν ψαλτῳδοὺς κατέναντι τοῦ θυσιαστηρίου, καὶ ἐξ ἠχοῦς αὐτῶν γλυκαίνειν μέλη· ἔδωκεν ἐν ἑορταῖς εὐπρέπειαν, καὶ ἐκόσμησεν καιροὺς μέχρι συντελείας, ἐν τῷ αἰνεῖν αὐτοὺς τὸ ἅγιον ὄνομα αὐτοῦ καὶ ἀπὸ πρωὶ ἠχεῖν τὸ ἁγίασμα. Κύριος ἀφεῖλεν τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἀνύψωσεν εἰς αἰῶνα τὸ κέρας αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ διαθήκην βασιλέων καὶ θρόνον δόξης ἐν τῷ Ἰσραήλ. μετὰ τοῦτον ἀνέστη υἱὸς ἐπιστήμων, καὶ δι᾽ αὐτὸν κατέλυσεν ἐν πλατυσμῷ· Σαλωμὼν ἐβασίλευσεν ἐν ἡμέραις εἰρήνης, ᾧ ὁ θεὸς κατέπαυσεν κυκλόθεν, ἵνα στήσῃ οἶκον ἐπ᾽ ὀνόματι αὐτοῦ καὶ ἑτοιμάσῃ ἁγίασμα εἰς τὸν αἰῶνα. ὡς ἐσοφίσθης ἐν νεότητί σου, καὶ ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως. γῆν ἐπεκάλυψεν ἡ ψυχή σου, καὶ ἐνέπλησας ἐν παραβολαῖς αἰνιγμάτων· εἰς νήσους πόρρω ἀφίκετο τὸ ὄνομά σου, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου· ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἐν ἑρμηνίᾳ ἀπεθαύμασάν σε χῶραι· ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ, τοῦ ἐπικεκλημένου θεοῦ Ἰσραήλ, συνήγαγες ὡς κασσίτερον τὸ χρυσίον, καὶ ὡς μόλιβον ἐπλήθυνας ἀργύριον. παρανέκλινας τὰς λαγόνας σου γυναιξίν, καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου· ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου, καὶ ἐβεβήλωσας τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου, καὶ κατενύγην ἐπὶ τῇ ἀφροσύνῃ σου, γενέσθαι δίχα τυραννίδα καὶ ἐξ Ἐφράιμ ἄρξαι βασιλείαν ἀπειθῆ. ὁ δὲ Κύριος οὐ μὴ καταλίπῃ τὸ ἔλεος αὐτοῦ, καὶ οὐ μὴ διαφθαρῇ ἀπὸ τῶν ἔργων αὐτοῦ, οὐδὲ μὴ ἐξαλείψῃ ἐκλεκτοῦ αὐτοῦ ἔκγονα, καὶ σπέρμα τοῦ ἀγαπήσαντος αὐτὸν οὐ μὴ ἐξάρῃ· καὶ τῷ Ἰακὼβ ἔδωκεν κατάλιμμα, καὶ τῷ Δαυεὶδ ἐξ αὐτοῦ ῥίζαν. καὶ ἀνεπαύσατο Σαλωμὼν μετὰ τῶν πατέρων, καὶ κατέλιπεν μετ᾽ αὐτὸν ἐκ τοῦ σπέρματος αὐτοῦ λαοῦ ἀφροσύνην καὶ ἐλασσούμενον συνέσει Ῥοβοάμ, ⸆ ὃς ἀπέστησεν λαὸν ἐκ βουλῆς αὐτοῦ, καὶ Ἰεροβοὰμ υἱὸν Ναβάτ, ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ καὶ ἔδωκεν τῷ Ἐφράιμ ὁδὸν ἁμαρτίας. καὶ ἐπληθύνθησαν αἱ ἁμαρτίαι αὐτῶν σφόδρα, ἀποστῆσαι αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν· καὶ πᾶσαν πονηρίαν ἐξεζήτησαν, ἕως ἐκδίκησις ἔλθῃ ἐπ᾽ αὐτούς.
Sirach 47
Tap any verse to see what it echoes — and start a chain or echo from it.