Πλὴν τοῦ ἐπιδόντος τὴν ψυχὴν αὐτοῦ καὶ διανοουμένου ἐν νόμῳ Ὑψίστου, σοφίαν πάντων ἀρχαίων ἐκζητήσει, καὶ ἐν προφητείαις ἀσχοληθήσεται· διηγήσεις ἀνδρῶν ὀνομαστῶν συντηρήσει, καὶ ἐν στροφαῖς παραβολῶν συνεισελεύσεται· ἀπόκρυφα παροιμιῶν ἐκζητήσει, καὶ ἐν αἰνίγμασι παραβολῶν ἀναστραφήσεται. ἀνὰ μέσον μεγιστάνων ὑπηρετήσει, καὶ ἔναντι ἡγουμένου ὀφθήσεται· ἐν γῇ ἀλλοτρίων ἐθνῶν διελεύσεται, ἀγαθὰ γὰρ καὶ κακὰ ἐν ἀνθρώποις ἐπείρασεν. τὴν καρδίαν αὐτοῦ ἐπιδώσει ὀρθρίσαι πρὸς Κύριον τὸν ποιήσαντα αὐτόν, καὶ ἔναντι Ὑψίστου δεηθήσεται· καὶ ἀνοίξει στόμα αὐτοῦ ἐν προσευχῇ, καὶ περὶ τῶν ἁμαρτιῶν αὐτοῦ δεηθήσεται. ἐὰν Κύριος ὁ μέγας θελήσῃ, πνεύματι συνέσεως ἐμπλησθήσεται· ἀνομβρήσει ῥήματα σοφίας αὐτός, καὶ ἐν προσευχῇ ἐξομολογήσεται Κυρίῳ· ⸂⸆⸃ αὐτὸς κατευθυνεῖ βουλὴν αὐτοῦ καὶ ἐπιστήμην, καὶ ἐν τοῖς ἀποκρύφοις αὐτοῦ διανοηθήσεται· αὐτὸς ἐκφαίνει παιδείαν διδασκαλίας αὐτοῦ, καὶ ἐν νόμῳ διαθήκης Κυρίου καυχήσεται. αἰνέσουσιν τὴν σύνεσιν αὐτοῦ πολλοί, ἕως τοῦ αἰῶνος οὐκ ἐξαλειφθήσεται· οὐκ ἀποστήσεται τὸ μνημόσυνον αὐτοῦ, καὶ ὄνομα αὐτοῦ ζήσεται εἰς γενεὰς γενεῶν· τὴν σοφίαν αὐτοῦ διηγήσονται ἔθνη, καὶ τὸν ἔπαινον αὐτοῦ ἐξαγγελεῖ ἐκκλησία· ἐὰν ἐμμείνῃ, ὄνομα καταλείψει ἢ χίλιοι, καὶ ἐὰν ἀναπαύσηται, ἐμποιεῖ αὐτῷ. Ἔτι διανοηθεὶς ἐκδιηγήσομαι, καὶ ὡς διχομηνία ἐπληρώθην. εἰσακούσατέ μου, υἱοὶ ὅσιοι, καὶ βλαστήσατε ὡς ῥόδον φυόμενον ἐπὶ ῥεύματος ἀγροῦ, καὶ ὡς λίβανος εὐωδιάσατε ὀσμήν, καὶ ἀνθήσατε ἄνθος ὡς κρίνον, διάδοτε ὀσμὴν καὶ αἰνέσατε ᾆσμα. εὐλογήσατε Κύριον ἐπὶ πᾶσιν τοῖς ἔργοις, δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κινύραις, καὶ οὕτως ἐρεῖτε ἐν ἐξομολογήσει Τὰ ἔργα Κυρίου πάντα ὅτι καλὰ σφόδρα, καὶ πᾶν πρόσταγμα ἐν καιρῷ αὐτοῦ ἔσται· οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ ἐν καιρῷ αὐτοῦ ζητηθήσεται. ἐν λόγῳ αὐτοῦ ἔστη ὡς θιμωνιὰ ὕδωρ, καὶ ἐν ῥήματι στόματος αὐτοῦ ἀποδοχεῖα ὑδάτων. ἐν προστάγματι αὐτοῦ πᾶσα ἡ εὐδοκία, καὶ οὐκ ἔστιν ὃς ἐλαττώσει τὸ σωτήριον αὐτοῦ. ἔργα πάσης σαρκὸς ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἔστιν κρυβῆναι ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ· ἀπὸ τοῦ αἰῶνος εἰς τὸν αἰῶνα ἐπέβλεψεν, καὶ οὐθέν ἐστιν θαυμάσιον ἐναντίον αὐτοῦ. οὐκ ἔστιν εἰπεῖν Τί τοῦτο; εἰς τί τοῦτο; πάντα γὰρ εἰς χρείας αὐτῶν ἔκτισται. ἡ εὐλογία αὐτοῦ ὡς ποταμὸς ἐπεκάλυψεν, καὶ ὡς κατακλυσμὸς ξηρὰν ἐμέθυσεν· οὕτως ὀργὴν αὐτοῦ ἔθνη κληρονομήσει, ὡς μετέστρεψεν ὕδατα εἰς ἅλμην. αἱ ὁδοὶ αὐτοῦ τοῖς ὁσίοις εὐθεῖαι, οὕτως τοῖς ἀνόμοις προσκόμματα· ἀγαθὰ τοῖς ἀγαθοῖς ἔκτισται ἀπ᾽ ἀρχῆς, οὕτως τοῖς ἁμαρτωλοῖς κακά. ἀρχὴ πάσης χρείας εἰς ζωὴν ἀνθρώπου, ὕδωρ, πῦρ καὶ σίδηρος καὶ ἅλα καὶ σεμίδαλις, πυρὸς καὶ μέλι καὶ γάλα, αἷμα σταφυλῆς καὶ ἔλαιον καὶ ἱμάτιον· ταῦτα πάντα τοῖς εὐσεβέσιν εἰς ἀγαθά, οὕτως τοῖς ἁμαρτωλοῖς τραπήσεται εἰς κακά. ἔστιν πνεύματα ἃ εἰς ἐκδίκησιν ἔκτισται, καὶ ἐν θυμῷ αὐτῶν ἐστερέωσαν μάστιγας αὐτῶν· καὶ ἐν καιρῷ συντελείας ἰσχὺν ἐκχεοῦσιν, καὶ τὸν θυμὸν τοῦ ποιήσαντος αὐτοὺς κοπάσουσιν. πῦρ καὶ χάλαζα καὶ λιμὸς καὶ θάνατος, πάντα ταῦτα εἰς ἐκδίκησιν ἔκτισται· θηρίων ὀδόντες καὶ σκορπίοι καὶ ἔχεις καὶ ῥομφαία ἐκδικοῦσα εἰς ὄλεθρον ἀσεβεῖς, ἐν τῇ ἐντολῇ αὐτοῦ εὐφρανθήσονται, καὶ ἐπὶ τῆς γῆς εἰς χρείας ἑτοιμασθήσονται, καὶ ἐν τοῖς καιροῖς αὐτῶν οὐ παραβήσονται λόγον. διὰ τοῦτο ἐξ ἀρχῆς ἐστηρίχθην καὶ διενοήθην καὶ ἐν γραφῇ ἀφῆκα. τὰ ἔργα Κυρίου πάντα ἀγαθά, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῆς χορηγήσει· καὶ οὐκ ἔστιν εἰπεῖν Τοῦτο τούτου πονηρότερον, πάντα γὰρ ἐν καιρῷ εὐδοκιμηθήσεται. καὶ νῦν ἐν πάσῃ καρδίᾳ καὶ στόματι ὑμνήσαμεν, καὶ εὐλογήσατε τὸ ὄνομα Κυρίου.
Sirach 39
Tap any verse to see what it echoes — and start a chain or echo from it.