Ἐλέησον ἡμᾶς, δέσποτα ὁ θεὸς πάντων, καὶ ἐπίβλεψον, καὶ ἐπίβαλε τὸν φόβον σου ἐπὶ πάντα τὰ ἔθνη· ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔθνη ἀλλότρια, καὶ ἰδέτωσαν τὴν δυναστείαν σου. ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσθης ἐν ἡμῖν, οὕτως ἐνώπιον ἡμῶν μεγαλυνθείης ἐν αὐτοῖς· καὶ ἐπιγνώτωσάν σε καθάπερ καὶ ἡμεῖς ἐπέγνωμεν, ὅτι οὐκ ἔστιν θεὸς πλὴν σοῦ, Κύριε. ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον θαυμάσια, δόξασον χεῖρα καὶ βραχίονα δεξιόν· ἔγειρον θυμὸν καὶ ἔκχεον ὀργήν, ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχθρόν. σπεῦσον καιρὸν καὶ μνήσθητι ὁρκισμοῦ, καὶ ἐκδιηγησάσθωσαν τὰ μεγαλεῖά σου. ἐν ὀργῇ πυρὸς καταβρωθήτω ὁ σωζόμενος, καὶ οἱ ἀδικοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν. σύντριψον κεφαλὰς ἀρχόντων ἐχθρῶν, λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν. σύναγε πάσας φυλὰς Ἰακώβ, ⸆
Sirach 33
Tap any verse to see what it echoes — and start a chain or echo from it.