Τοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς. Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις· ἀγαπᾷ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ. διάψαλμα. μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με· καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι ἐγενήθησαν ἐκεῖ. Μήτηρ Σειών, ἐρεῖ ἄνθρωπος, καί Ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ, καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος. Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ. διάψαλμα. ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.
Psalms 86
Read in English (BSB) — Psalms 87 →Tap any verse to see what it echoes — and start a chain or echo from it.