Echo Scripture

Psalms 82

Read in English (BSB) — Psalms 83

ᾨδὴ ψαλμοῦ τῷ Ἀσάφ. Ὁ θεός, τίς ὁμοιωθήσεταί σοι; μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ὁ θεός· ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν· ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου· εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι· ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο, τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλεῖται, Μωὰβ καὶ οἱ Ἁγγαρηνοί, Ναιβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον· καὶ γὰρ καὶ Ἀσσοὺρ συνπαρεγένετο μετ᾽ αὐτῶν, ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λώτ. διάψαλμα. ποίησον αὐτοῖς ὡς τῇ Μαδιὰμ καὶ τῷ Σεισαρά, ὡς ὁ Ἰαβεὶν ἐν τῷ χειμάρρῳ Κεισών· ἐξολεθρεύθησαν ἐν Ἀενδώρ, ἐγενήθησαν ὡς κόπρος τῇ γῇ. θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζέβεε καὶ Σελμανά, πάντας τοὺς ἄρχοντας αὐτῶν, οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ θυσιαστήριον τοῦ θεοῦ. ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν, ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου. ὡσεὶ πῦρ ὃ διαφλέξει δρυμόν, ὡς εἰ φλὸξ κατακαύσαι ὄρη, οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου, καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς. πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν τὸ ὄνομά σου, Κύριε. αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν· καὶ γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, σὺ μόνος εἶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.

Tap any verse to see what it echoes — and start a chain or echo from it.