Echo Scripture

Psalms 76

Read in English (BSB) — Psalms 77

Εἰς τὸ τέλος, ὑπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι. ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα, ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην· ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου. ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην· ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου. διάψαλμα. προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου· ἐταράχθην καὶ οὐκ ἐλάλησα. διελογισάμην ἡμέρας ἀρχαίας, καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα· νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ πνεῦμά μου. μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος, καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι; ἢ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς; ἢ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός, ἢ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ; διάψαλμα. καὶ εἶπα Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου, καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου, καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω. ὁ θεός, ἐν τῇ ἁγίῳ ἡ ὁδός σου· τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν; σὺ εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια, ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου· ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου, τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα. εἴδοσάν σε ὕδατα, ὁ θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν, καὶ ἐταράχθησαν ἄβυσσοι· πλῆθος ἠχοῦς ὕδατος· φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται· φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ, ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου, καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς, καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται. ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ Ἀαρών.

Tap any verse to see what it echoes — and start a chain or echo from it.