Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ἀσὰφ ᾠδῆς. Ἐξομολογησόμεθά σοι, ὁ θεός, ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν· ἐγὼ εὐθύτητας κρινῶ. ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες αὐτήν, ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς. διάψαλμα. εἶπα τοῖς παρανομοῦσιν μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας· μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν, μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν· ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν οὔτε ἀπὸ ἐρήμων, ὅτι ὁ θεὸς κριτής ἐστιν· τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ. ὅτι ποτήριον ἐν χειρὶ Κυρίου, οἴνου ἀκράτου πλῆρες κεράσματος, καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο· πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη, καὶ πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς. ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα, ψαλῶ τῷ θεῷ Ἰακώβ· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνκλάσω, καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.
Psalms 74
Read in English (BSB) — Psalms 75 →Tap any verse to see what it echoes — and start a chain or echo from it.